1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

138

οὗτοι γὰρ τὰ πάντων ἐσφετερίζον. Καὶ τοῦτο διδάσκων ὁ κύριος ἔλεγεν· «Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν.» Ὅτι ἀνομίαν οὐκ ἐποίησεν οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ. Οὔτε γὰρ δι' ἔργων οὔτε διὰ λόγων ἐξήμαρτεν, ἀλλ' ἀκηλίδωτον καὶ ἁμαρτημάτων ἐλευθέραν καὶ τὴν ἀνθρωπείαν διεφύλαξε φύσιν, οἱ δὲ ὡς παράνομον τῷ ξύλῳ προσήλωσ αν . 10Καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, τουτέ στιν ἀθῷον δεῖξαι καὶ μὴ ὑποκείμενον θανάτῳ. Οὕτω καὶ ὁ μακάριος ἔφη Πέτρος· «Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεὸς λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ.» Οὕτω τοῦ λαοῦ τὴν παρανομίαν προαγορ εύσας τὴν περὶ μετανοίας αὐτοῖς προσφέρει παραίνεσιν-προεώρα γὰρ τοὺς ἐξ αὐτῶν μετὰ τ αῦτα πιστεύοντας· ἐκ τούτων γὰρ ἦν καὶ ὁ θειότατος Παῦλος, ἐκ τούτων οἱ τρισχίλιοι καὶ αἱ πολλαὶ μ υριά δες-καί φησιν· Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Ἐὰν ὁμολογή σητε τὴν ἀσέβειαν καὶ τὴν σωτηρίαν αἰτήσητε, τεύξεσθε τῆς αἰωνίου ζωῆς· ταύτην γὰρ μακρόβιον κέκληκεν. Καὶ βούλεται κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν 11ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς. Τὴν λύσιν ἔδ ειξε τοῦ θανάτου δι' αὐτοῦ τοῦ κυρίου γεγενημένην· ἐν γὰρ χειρὶ αὐτοῦ, τουτέστι τοῦ πεπονθότος, καὶ τοῦ θανάτου τὸν πόνον ἔλυσε καὶ τὸ τῆς ἀναστάσεως ὑπέδειξε φῶς καὶ οἱονεὶ πλάσιν νέαν διέπλασεν ἄφθαρτον καὶ ἀθ άνα τον καὶ ἐδικαίωσεν οὐχ ἁμαρτωλὸν ὄντα ἀλλὰ δίκαιον τουτέστιν ἀθῷον ὄντα ἁμαρτημάτων . |168 b| Τὸ δέ· εὖ δουλεύοντα πολλοῖς, τῷ εὐαγγελικῷ συμβαίνει ῥητῷ· αὐτὸς γὰρ ὁ κύριος ἔφη· «Ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.» ∆ιά τοι τοῦτο καὶ «λέντιον διέζωσεν ἑαυτὸν» καὶ ἔνιψε «τοὺς πόδας τῶν μαθητῶν». Καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ ἀνοίσει «βαστάσει» τέθεικεν, ὁ δὲ Θεοδοτίων «ὑπήνεγκεν». Αὐτὸς γὰρ ἦν κατὰ τὸν θεσπέσιον Ἰωάννην «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». 12∆ιὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, τουτέστι πάντα τὰ ἔθνη· οὕτω γὰρ καὶ ὁ μακάριος ∆αυὶδ ἐκ προσώπου τοῦ θεοῦ καὶ πατρὸς ἔφη· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα. Ἰσχυροὺς καλεῖ τοὺς δαίμονας, σκῦλα δὲ τοὺς ἀνθρώπους. Σκῦλα δὲ καλεῖται τῶν ἀνῃρημένων τὰ ὅπλα. Ὅπλα δὲ τῶν δαιμόνων πάλαι ἦσαν οἱ ἄνθρωποι· διὰ γὰρ τῶν ἡμετέρων ἡμῖν ἐπολέμουν μελῶν. Ἀλλὰ τούτους καταλύσας ὁ δεσπότης Χριστὸς τὰ τούτων σκῦλα τοῖς ἀποστόλοις διένειμε, τοὺς μὲν Ῥωμαίων, τοὺς δὲ Αἰγυπτίων, τοὺς δὲ Ἰνδῶν διδασκάλους χειροτονήσας. Ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ. Ἡ γὰρ νομιζομένη τοῦ πάθους ἀτιμία αὕτη τὸ παρὰ πάντων αὐτῶν προσοίσει σέβας. Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη. Οὐ γὰρ μόνον τὴν τοῖς παρανόμοις ἀπονενεμημένην ὑπέμεινε τιμω ρίαν ἀλλὰ καὶ μετὰ λῃστῶν ἐσταυρώθη. Τοῦτο δὲ καὶ ὁ εὐαγγελιστὴς τέθεικεν· εἰρηκὼς γὰρ ὅτι συνεσταύρωσαν αὐτῷ δύο λῃστάς, ἔφη πληρωθῆναι τὴν γραφὴν τὴν λέγουσαν· «Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη.» Καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. Ὁ δὲ Σύμμαχος οὕτως· «Αὐτὸς δὲ ἁ μα ρτίας πολλῶν ἀνέλαβε καὶ τοῖς ἀθετοῦσιν ἀντέστη», οὕτω δὲ καὶ οἱ Λοιποί. Ἐκεῖνοι μέν φησι τοῖς ἀν όμοις αὐτὸν συνέζευξαν λῃσταῖς, αὐτὸς δὲ τὰς ἁπάντων ἁμαρτίας εἰς ἑαυτὸν ἀναλαβὼν τὸ πάθος ὑπέμεινε, τοῖς ἀθετήσασιν ἀνθιστάμενος δαίμοσιν. Οὕτω προθεσπίσας τὸ πάθος, τῆς ἐκκλησίας τῆς πάλαι στείρας τὴν πολυπαιδίαν προλέγει· 541Εὐφράνθητι στεῖρα, ἡ οὐ τίκτουσα. Οὐ γὰρ ἔτικτεν εὐσέβειαν πάλαι, τῇ δὲ τῶν εἰδώλων δουλείᾳ προσήδρευεν. Εἶτα ὡς ἐπὶ γυναικὸς δυστο κούσης· Ῥῆξον καὶ βόησον καὶ τέρπου ἡ οὐκ ὠδίνουσα. Τέθεικε δὲ τὸ μὲν ῥῆξον ἐπὶ τῆς βιαίας γεννήσεως, ὡσαύτως δὲ καὶ τὸ βόησον· φασὶ γὰρ καὶ τὰς μαίας