1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

139

θεοπνεύστων ἀποδείκνυται γραφῶν. Περὶ γὰρ τῆς δωρεᾶς ταύτης, ὁ μὲν Παῦλος γράφει· «Ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.» 4.245 Σαλωμὼν δὲ ἐν τῇ κατ' αὐτὸν Σοφίᾳ φησίν· «Τὰ ἐν οὐρανοῖς τίς ἐξιχνιάσει, εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ τὸ Πνεῦμα τὸ ἅγιόν σου ἔπεμψας ἀπὸ ὑψίστων; καὶ οὕτω διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς, καὶ τὰ ἀρεστά σοι ἐδιδάχ̣θησαν ἄνθρωποι.» Καὶ ὁ χορηγὸς δὲ τοῦ Πνεύματος αὐτὸς ἐν Ἠσαίᾳ πρὸς τιν̣ά φησιν· «Ἔδωκα τὸ πνεῦμά μου ἐπὶ σέ», καὶ πάλιν περὶ τοῦ τοιούτου ἑτέροις λέγει· «Ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν.» 4.246 Τὴν δαψιλῆ δωρεὰν φανερῶν ὁ ὀρέγων φησίν· «Ἐκχεῶ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ», ὡς καὶ ἐξ ἑτέρων ῥητῶν ἔστι μαθεῖν· λέγων γὰρ ὁ Θεός· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», τὴν πλουσίαν δόσιν σημαίνει, ὡς καὶ τό· «Ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν.» 4.247 Π̣αρίσταται ἐξ ἀποστολικῆς φωνῆς τὸ πνεῦμα τῆς χάριτος τὸ ἅγιον εἶναι, οὕτω γραφείσης· «Ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶν μάρτυσιν ἀποθνῄσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας ἐν ᾧ ἡγιάσθη.» 4.248 Συνᾴδει τῷ χάριτος εἶναι Πνεῦμα τὸ ἅγιον καὶ τὸ ἐν ἑτέρᾳ λέξει τοῦ Ἀποστόλου φερόμενον οὕτως· «∆ιαιρέσεις χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα», καὶ ἔτι· «Τῷ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ Πνεύματι», καὶ τὰ κατηριθμημένα ἑξῆς διάφορα χαρίσματα. 4.249 Τὸ τῆς χάριτος Πνεῦμα καὶ οἰκτιρμοῦ ἐστιν, χορηγούμενον ὑπὸ «τοῦ Πατρὸς τῶν οἰκτιρμῶν». Εἴρηται εἰς τοῦτο τὸ ῥητὸν ἐν ὑπομνήμασιν ἄλλοις ὡς Πατὴρ οἰκτιρμῶν τοῦ Θεοῦ Λόγου καὶ δοτὴρ τοῦ ἁγίου Πνεύματός ἐστιν ὁ τῶν ὅλων Θεός. 4.250 Γνόντες ἐκ τοῦ γεγραμμένου τίς ὁ δαψιλῶς διδοὺς τὸ χάριτος καὶ οἰκτιρμῶν Πνεῦμα, ἀκολούθως εἰσόμεθα τίς ὁ τοῦ ∆αυὶδ οἶκος καὶ οἱ τὴν Ἰερουσαλὴμ κατοικοῦντες. ∆ύναται ἀμφότερα τὴν Ἐκκλησίαν δηλοῦν ὑπάρχουσαν καὶ Ἰερουσαλὴμ καὶ τοῦ ∆αυὶδ οἶκον ὡς ἔναγχος ἐσαφηνίσθη. 4.251 Zach. XII, 10: Καὶ ἐπιβλέψονται πρός με ἀνθ' ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ' αὐτοὺς κοπετὸν ὡς ἐπ' ἀγαπητόν, καὶ ὀδυνηθήσονται ὀδύνην ὡσεὶ ἐπὶ πρωτοτόκῳ. 4.252 ∆υσπραγίᾳ μεγάλῃ ὑποπεσόντες οἱ κυριοκτονήσαντες Ἰουδαῖοι ἐπιτεταμένως κοπετῷ καὶ ὀδύνῃ κεκράτηνται, οἷα ὡς ἐπὶ τεθνηκότι ἀγαπητῷ κοπτόμενοι καὶ ἐπὶ πρωτοτόκῳ υἱῷ ὀδυνώμενοι, «φθασάσης ἐπ' αὐτοὺς τῆς ὀργῆς εἰς τέλος», ὡς κατασκαφῆναι τὴν πατρίδα αὐτῶν καὶ αὐτοὺς ἐξανδραποδισθέντας ἀλήτας ἐν πάσῃ τῇ γῇ γενέσθαι. 4.253 Ὅτι δὲ τούτοις ὑπεβλήθησαν ψήφῳ τῆς προνοίας τοῦ Θεοῦ διὰ ἅγος ὃ εἰργάσαντο σταυρῷ τὸν πάντων Σωτῆρα ὑποβαλόντες, ἐξ αὐτοῦ τοῦ προκειμένου ἔστιν μαθεῖν. Ὁ παθὼν γὰρ ὑπ' αὐτῶν φησιν· «Ἐπιβ̣λέψονται ἐπ' ἐμὲ ἀνθ' ὧν κατωρχήσαντο.» Ἦ οὐκ ὠρχοῦντο̣ ἀσεβῶς τε καὶ ἀνοσίως ὅτε ἐξηρτημένου τοῦ Ἰησοῦ τοῦ σκόλοπος χλευάζοντες ἔφασκον· «Οὐὰ ὁ καταλύων τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν ἐγείρων αὐτόν. Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.» «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ»; 4.254 Ταῦτα καὶ ἕτερα ἄλλα ἐπικερτομούντων τῶν ἀλιτηρίων, πεπληρῶσθαι ὁ εὐαγγελιστὴς γράφει τὴν οὕτως ἔχουσαν προφητείαν· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν», τὴν αὐτὴν οὖσαν μόναις λέξεσιν διαφέρουσαν τῇ· «Ἐπιβλέψονται πρός με ἀνθ' ὧν κατωρχήσαντο.» Φασὶν γὰρ οἱ τὴν ἑβραϊκὴν διάλεκ̣τον ἠκριβωκότες ὅτι ἡ ἐκκειμένη τοῦ Ζαχαρίου φωνὴ εἰς τὴν εὐαγγελικὴν μετελήμφθη, ἤτοι τοῦ εὐαγγελιστοῦ μετενεγκόντος αὐτήν, ἑβραῖος γὰρ ἦν, ἢ ἀπὸ ἑτέρου ἑρμηνεύσαντος παραλαβόντος αὐτὴν ἤτοι τοῦ Ἀκύλου ἢ Θεοδοτιῶνος ἤ τινος ἄλλου εἰς ἑλλάδα φωνὴν μετενεγκόντος τὴν ἑβραϊκὴν λέξιν. 4.255 Προήχθημεν δὲ ταῦτα εἰπεῖν διὰ τό