139
παρακελεύεσθαι ταῖς δυστοκούσαις καὶ βιάζεσθαι καὶ βοᾶν. Τὸ δὲ τέρπου ἐπὶ τῆς παρ' ἐλπίδα δωρηθείσης πολυπαιδίας. Ἐναντίον δέ πως εἶναι δοκεῖ τὸ ῥῆξον τῷ τέρπου, ἀμφότερα δὲ ὅμως συνέβη· καὶ γὰρ παρ' ἐλπίδα γεγέννηκεν· τοιαῦται γὰρ τοῦ παναγίου πνεύματος αἱ ὠδῖνες. Ὅτι πολλὰ <τὰ> τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἔρημος ἦν πάλαι ἡ ἐξ ἐθνῶν ἐκκλησία· διὸ καὶ ἐν τοῖς πρόσθεν αὐτῇ ἐλέγετο· «Εὐφράνθητι ἔρημος διψῶσα», καὶ πάλιν· «Ἔσται ἡ ἔρημος ὡς ὁ Χερμέλ», καὶ αὖθις· «Ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ.» Τὸν δὲ ἄνδρα εἶχεν ἡ Ἰουδαίων πληθύς. Σαφέστερον δὲ τὰ περὶ τοῦδε τοῦ γάμου διδάσκει ὁ προφήτης Ἰεζεκιήλ· δι' ἐκ είνου γὰρ ὁ τῶν ὅλων θεὸς πρὸς τὸν πρότερον λαὸν ὡς πρὸς γυναῖκα διαλεγόμενος ἔφη· «Καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι· Ἐν τῷ αἵματί σου ζωή, πληθύνου. Καὶ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα, καὶ περιέβαλα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ συνεκάλυψα τὴν ἀσχημοσύνην σου καὶ εἶδόν σε, καὶ ἰδοὺ καιρός σου καὶ καιρὸς καταλυόντων, καὶ εἰσῆλθον πρὸς σὲ ἐν διαθήκῃ μου, καὶ ἐγένου μοι» καὶ ἐγέννησάς μοι υἱοὺς καὶ θυγατέρας. Καὶ διὰ πάντων δὲ τῶν προφητῶν τοῦτο ἡμᾶς διδά σκει ὁ τῶν ὅλων θεός, ὡς ὑπερβαλλούσῃ φιλανθρωπίᾳ χρώμενος οὐ μόνον δεσπότην ἑαυτὸν καὶ πατέρα ........... ἀλλὰ καὶ ἄνδρα καὶ νυμφίον ἑαυτὸν ἀποκαλεῖ. Αὕτη μέντοι ἡ προφητεία |169 a| δι δάσκει ὡς τῆς ἐρήμου τὰ τέκνα πολλαπλάσια τῆς ἐχούσης τὸν ἄνδρα. Εἶπε γὰρ κύριος· 2Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τὰς δέρρεις τῶν αὐλαιῶν σου πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους κατίσχυ σον· 3ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. ∆έρρεις καὶ αὐλαίας τῷ Μωυσῇ προσέταξεν ὁ θεὸς κατασκευάσαι, ἡνίκα αὐτῷ ποιῆσαι παρεκελεύσατο τὴν σκηνήν. Τούτων τοίνυν ἐπὶ τοῦ παρόντος τῶν ὀνομάτων ἐμνήσθη δεικνὺς ὡς αὐτὸς κἀκεῖνα καὶ ταῦτα πεποίηκεν. Παρακελεύεται δὲ τῇ στείρᾳ τῶν εὐκτηρίων οἴκων τὴν οἰκουμένην ἐμπλῆσαι καὶ εἰς τὰ ἀριστερὰ καὶ εἰς τὰ δεξιά, τουτέστιν εἰς τὰ νότια καὶ εἰς τὰ βόρεια, τοῦτο δρᾶσαι. Πασσάλους δὲ οὐκ ἄν τις ἁμάρτοι τοὺς ἁγίους προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας ὀνομάζων· οὗτοι γὰρ ἐν τῇ γῇ κεκρυμμένοι καθάπερ οἱ πάσσαλοι κατέχουσι τὴν τῆς ἐκκλησίας σκηνὴν οἷόν τισι σχοινίοις τῇ διδασκαλίᾳ ταύτῃ προσηρμοσμένοι. Οὗτοι καὶ θεμέλιοι <προσαγορεύονται. Οὕτω γὰρ ὁ μακάριος ἔφη Παῦλος· «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ> τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Ἐκληρονόμησε δὲ τὰ ἔθνη τῆς ἐκκλησίας τὸ σπέρμα· οἱ γὰρ ταύτης τρόφιμοι τὴν πνευματικὴν τῶν ἐθνῶν ἡγεμονίαν ἐδέξαντο καὶ τὰς ὑπὸ τῆς ἀσεβείας διαφθαρείσας πόλεις τοῖς τῆς εὐσεβείας ἀνῳκοδόμησαν δόγμασιν. 4Μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης. Ὠνείδιζον Ἰουδαῖοι πάλαι τοῖς ἔθνεσι τὴν ἀσέβειαν ὡς ἡ Φενάννα τῇ Ἄννῃ τὴν ἀτεκνίαν. Ὑπισχνεῖται τοίνυν ὁ προφητικὸς λόγος αὐτῇ τὴν τοῦ ὀνείδους ἀπαλλαγήν. Ἐπάγει γάρ· Ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ ἔτι. Καὶ τὴν αἰτίαν τούτων διδάσκει σαφέστερον· 5Ὅτι κύριος ὁ ποιῶν σε <κύριος> Σαβαὼθ ὄνομα αὐτῷ, καὶ ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται. Τοῦτον γὰρ ἡμεῖς οἱ εἰς αὐτὸν ἠλπικότες καὶ πεπιστευκότες καὶ θεὸν Ἰσραὴλ καὶ θεὸν Ἀβραὰμ ὀνομάζομ εν καὶ τῆς ἐκείνων γενέσθαι μερίδος ἀντιβολοῦμεν. Οὗτός φησιν ὁ τοῦ Ἰσραὴλ θεὸς ἔσται σου νυμ φίος καὶ τῆς χηρείας καὶ τῆς ἀτεκνίας τὰ ὀνείδη παύσει· 6Οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε ὁ κύριος, ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην; Τοῦτο κατ' ἐρώτησιν ἀναγνωστέον. Οὐκ ἐῴκεις φησὶ γυναικὶ διά τινας παρανομίας ἐκβεβλημένῃ καὶ διηνεκῶς ὀδυνωμένῃ καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς μεμισημένῃ; Κατὰ ταύτην δὲ τὴν διάνοιαν καὶ οἱ Λοιποὶ ἡρμήνευσαν· ὁ μὲν γὰρ Ἀκύλας καὶ ὁ Θεοδοτίων οὕτως ἔφασαν· «Ὅτι ὡς γυναῖκα ἐγκατα λελειμμένην καὶ κατώδυνον