1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

140

τινας ζητεῖν ποῦ τῶν προφητῶν εἴρηται τό· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν», οὐδαμοῦ τῶν δημοσιευομένων τῆς παλαιᾶς διαθήκης εὑρισκομένου. 4.256 Πιθανῶς πιστ̣εύει ἐπ' ἀγαπητῷ τὸν κοπετὸν καὶ ἐπὶ πρωτοτόκῳ τὴν ὀδύνην εἶναι τῶν κυριοκτονησάντων, ἐπείπερ ἐπῆλθεν αὐτοῖς τὰ ἀνιαρὰ ἀποκτείνασι τὸν Ἰησοῦν, πρωτότοκον Υἱὸν ὄντα καὶ ἀγαπητόν. 4.257 Τεθεώρηται πολλάκις ὡς δύο σημαίνει τὸ ἀγαπητός, τόν τε ἄξιον τοῦ ἀγαπᾶσθαι καὶ τὸν Μονογενῆ Υἱόν. Ὑπάρχει δὲ καὶ ἀμφότερα Ἰησοῦ τῷ Χριστῷ, Υἱῷ ἀγάπης ὄντι, δηλαδὴ τοῦ Θεοῦ, περὶ οὗ γέγραπται· «Ὁ Θεὸς ἀγάπη ἐστίν», ἀλλὰ καὶ μονογενεῖ, καὶ ἐκ τοῦ Πατρὸς γὰρ μόνος Υἱὸς μονογενής ἐστιν καὶ ἐκ τῆς ἁγίας παρθένου Μαρίας. 4.258 Zach. XII, 11-14: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἰερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς, φυλὴ καθ' ἑαυτὴν καὶ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ οἴκου ∆αυὶδ καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ οἴκου Νάθαν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ οἴκου Λευὶ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ τοῦ Συμεὼν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. 4.259 Τὰ κατ' ἀλληγορίαν δένδρα ὀνομαζόμενα ἐν τῇ γραφῇ αὐτεξούσια ὄντα, ὁτὲ μὲν ἀγαθὸν καρπὸν φέρει προαιρετικῶς, ὁτὲ δὲ δηλητήριον καὶ βλαβερόν. Ἀμέλει γοῦν ὁ Ἰσραηλιτικὸς λαός, φυτευθεὶς ὑπὸ Θεοῦ «ἄμπελος καρποφόρος πᾶσα ἀληθινή, στραφεὶς ἄμπελος πικρίας» γέγονεν, ὡς λοιπὸν ἐκκοπῆς ἄξιος γεγονέναι, ἐπείπερ «σταφυλὴν χολῆς καὶ βότρυν πικρίας» ἤγαγεν, κατὰ τὸ γεγραμμένον· «Πᾶν δένδρον μὴ ποιοῦν καλὸν καρπὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» 4.260 Ὥσπερ τοίνυν ἡ καλῶν καρπῶν οἰστικὴ ἄμπελος μετέβαλεν εἰς τὸ χειρίστους καρποὺς φέρειν, οὕτως τὰ τῆς ῥοιᾶς φυτὰ ἐξ ἀγαθῶν πονηρὰ γεγενημένα κοπετὸν ὑπέστησαν ἐκκοπτόμενα, ὡς ἡ παροῦσα λέξις φανεροῖ. Λέγεται γοῦν περὶ φυτῶν ἡμέρων καρπὸν ἐδώδιμον φερόντων ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ὑπὸ τοῦ νυμφίου Χριστοῦ· «Κατέβην ἰδεῖν ἐν γενήματι τοῦ χειμάρρου, ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥοιαί.» 4.261 Καταβὰς γὰρ εἰς τὸν πειρασμὸν τοῦ βίου, χείμαρρον κατὰ ἀναγωγὴν ὀνομαζόμενον, εἶδεν τὴν ἄμπελον καὶ τὰς ῥοιὰς ἀρχὴν καρποφορίας ἐχούσας, ἣ διὰ τοῦ ἄνθους σημαίνεται. Μετὰ τὴν ἄνθην, τελείου καρποῦ ἀποδειχθέντος, πόθον ἔσχεν ἡ τοῦ Λόγου νύμφη, ἡ νυμφοστοληθεῖσα αὐτῷ Ἐκκλησία, ἐμφορηθῆναι οὗ παρέχει ὁ νυμφίος πώματος. ∆ιό φησιν αὐτῷ· «Ποτιεῖς με ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου.» Τὸ τῶν ῥοῶν νᾶμα οὐ μόνον δίψος θεραπεύει, ἀλλὰ καὶ ὡς βοήθημα προσφερόμενον βελτιοῖ τὸν μεταλαμβάνοντα. 4.262 Ὁ καρπὸς τούτου τοῦ φυτοῦ, ὑπὸ τὸ λέπος κείμενος, πολλὴν σύνθεσιν τεταγμένην ἔχει εὐρύθμως καὶ κατὰ ἁρμονίαν πεπυκνωμένος, ὡς τὸν νυμφίον φάναι πρὸς τὴν σύνοικον· «Ὡς λέπυρον ῥόας μῆλόν σου, νύμφη», ἐμφαινομένου ἐν σοὶ τοῦ ἐξ αἰδοῦς ἐρυθροῦ καὶ τοῦ ὑπὸ τὸ λέπος καρποῦ πολλὴν τάξιν καὶ σύνθεσιν ἔχοντος. 4.263 Τὰ οὕτως ἑρμηνευθέντα δένδρα τραπέντα ῥᾳθυμίᾳ τῇ ἑαυτῶν ἐκκόπτεται, κειμένης «τῆς ἀξίνης πρὸς τὴν ῥίζαν αὐτῶν», παραπλησίως ταῖς ἀμπέλοις ταῖς καρπὸν μὴ φερούσαις ἐπαινετόν τε καὶ ὠφέλιμον, ὡς τὸν Σωτῆρα εἰπεῖν· «Πᾶν κλῆμα μὴ μένον ἐν ἐμοὶ ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» 4.264 Οὐκ ἀλλαχόθι δὲ μεγαλυνθήσεται ὁ κοπετὸς τοῦ ῥοῶνος ἢ ἐν πεδίῳ ἐκκοπτομένου. Ὑπάρξαντος τούτου τοῦ ἐπιζημίου, κόψονται αἱ φυλαὶ τῆς γῆς μετὰ θρήνου καὶ ὀλοφυρμοῦ ἐπὶ τῇ εἰς κακίαν μεταβολῇ τῶν ῥοΐνων φυτῶν. 4.265 Ὁμωνύμως δὲ λημπτέον τὸν κοπετόν, ὑφισταμένων αὐτὸν τῶν δένδρων ἐκτμηθέντων τῶν ἰδίων ῥιζῶν, τῶν φυλῶν τῆς γῆς ἑτέρως κοπτομένων, κατὰ τοῦ στήθους τὰς χεῖρας μετὰ πληγῆς φερουσῶν. 4.266 Πράττεσθαι τοῦτο προστάττει ὁ λόγος, ἀποσχοινισθεισῶν