141
τῶν γυναικῶν τῶν ἀνδρῶν· ἀσυμπαθὲς γὰρ ἦν, καὶ μὴ αἰσθομένων τοῦ κατέχοντος δεινοῦ, τὸ συνευνάζεσθαι τοὺς συμβιοῦντας ἐπὶ δια̣δοχῇ τέκνων ἐπηρτημένης ἀπειλῆς, ὅτε προσευχῆς ο῾̣ καιρὸς ὑπάρχει. Καὶ χωρὶς δὲ ἐπικειμένου χόλου εἵργει τὰς συνόδους τὰς ἀνδρῶν πρὸς γυναῖκας ἐν τοῖς καιροῖς τῶν προσευχῶν ὁ χριστοφόρος Ἀπόστολος, γράφων τοῖς ἐν συζυγίαις τότε μάλιστα ἀνέχειν ἑαυτοὺς ἀπὸ μίξεων γαμηλίων ὅτε εὔχεσθαι καὶ παρακαλεῖν Θεὸν δεῖ, λέγων· «Ἀποστερεῖτε ἀλλήλους πρὸς καιρόν», τῆς συνήθους εὐνῆς δηλονότι, «ἵνα σχολάσητε τῇ προσευχῇ.» Εἰ τοίνυν τοῦτο πράττεται ἁγνείας ἕνεκα καὶ ἐν ὥρᾳ ὅτε μηδὲν ἐπίκειται φοβερόν, πολλῷ μᾶλλον σπουδαζέσθω ἡ ἁγνεία κινδύνου ἐπικειμένου. 4.267 Πεφρόντισται γὰρ τοῦτο καὶ ἐν τῇ πρὸ τοῦ Σωτῆρος ἐπιδημίας διδασκαλίᾳ. Αὐτίκα γοῦν πολεμικῶς ἐπικειμένων τῶν ἐθνῶν κατὰ τοῦ Ἰσραὴλ ἐπὶ τῷ διαρπάσαι καὶ αἰχμαλωτίσαι, παρακελεύετα̣ι ὁ θεῖος λόγος ἀσιτίᾳ καὶ σωφροσύνῃ σχολάσαι τοὺς ὑποκειμένους τῇ ἐφόδῳ τῶν ἐχθρῶν, φήσας· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν», καὶ μεθ' ἕτερα· «Ἐξελθάτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς καὶ ἐροῦσιν· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» 4.268 Καὶ ὅρα ὡς ἀπᾷδον ἦν καὶ ἀνάρμοστον ἐν τῷ αὐτῷ κοιτῶνι καὶ παστῷ διατρίβειν τοὺς συνοικοῦντας ἀνιαρῶν προσδοκωμένων, τῶν ἱερέων ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου ὀλοφυρομένων. 4.269 Σύμφωνα ταύτῃ τῇ προφητείᾳ καὶ ἐν παλαιᾷ ἱστορίᾳ διαγορεύεται· κατασκευασθείσης γὰρ ὑπὸ τοῦ Νῶε κατὰ πρόσταξιν τοῦ πάντων κηδομένου κιβωτοῦ διὰ φοβερὰν ἐπομβρίαν ἵνα Νῶε καὶ ὁ οἶκος αὐτοῦ ἔξω πάσης βλάβης φυλαχθῶσιν, ἐπικειμένης ἤδη τῆς τοῦ ὑετοῦ φορᾶς, λέγει ὁ Κύριος τῷ δικαίῳ· «Εἴσελθε σὺ καὶ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου», ἵν' ἔνδον ἐν τῇ λάρνακι οἱ ἄνδρες καθ' ἑαυτοὺς καὶ χωρὶς αἱ γυναῖκες τυγχάνωσιν, γαμικῆς ὁμιλίας οὐ τελουμένης ἐν τῇ φθορᾷ τοῦ γένους ἀνθρώπων, πάντων ῥεόντων δίχα μόνων τῶν τεσσάρων συζυγιῶν τῶν εἰσελθουσῶν εἰς τὴν κιβωτόν, οὐκέτι ἐν διαιρέσει μενόντων τῶν ἀνδρῶν καὶ τῶν συμβιουσῶν ὅτε, ξηρανθείσης τῆς γῆς λωφήσαντος τοῦ κατακλυσμοῦ, ἔξω γίνονται τῆς κιβωτοῦ, ἐντολῆς ὑπὸ Θεοῦ δοθείσης «ἐξελθεῖν Νῶε καὶ τὴν γυναῖκα αὐτοῦ μετ' αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν»· ἐμποδισθείσης γὰρ τῆς κατὰ ἀνθρώπων ἀπειλῆς, αἱ συμβιώσεις ἀποδέδονται, ἵνα αὐξηθῇ ἡ τῶν ἀνθρώπων ἐκ παιδοποιΐας διαδοχή. 4.270 Παραπλησίως τοῖς οὕτω τεθεωρημένοις περὶ τοῦ Νῶε καὶ τοῖς ἐκ τοῦ προφήτου Ἰωήλ, καὶ νῦν ἐπηρτημένου δεινοῦ εἰς κοπετὸν προτρεπόμενος ὁ λόγος βούλεται τοὺς ἄνδρας καθ' ἑαυτοὺς καὶ ὁμοίως τὰς γυναῖκας κόπτεσθαι ἐπὶ τῷ αἰσθηθῆναι τὴν ἐπικειμένην συμφοράν. 4.271 Καὶ ὅρα γε τὴν ἀκρίβειαν τῆς προστάξεως μὴ μόνον τὰς διαφόρους φυλὰς διαστελλούσης ἀφ' ἑαυτῶν, ἀλλὰ καὶ τοὺς ὁμοφύλους ἄνδρας ἀπὸ γυναικῶν καὶ ἀνάπαλιν· φησὶν γάρ· «φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς». 4.272 Φυλὴν τοῦ οἴκου ∆αυὶδ λέγει τοὺς διὰ τὸ βασιλικῶς καὶ ἱκανῶς τῇ πρακτικῇ δυνάμει ἐνεργεῖν οὕτω τυγχάνοντας. 4.273 Καὶ ἐπεὶ μὴ κατὰ μόνην ἱστορίαν ἄνδρες γυναικῶν διαφέρουσιν τῷ τὰς μὲν τίκτειν τοὺς δὲ γεννᾶν, ἀλλὰ καὶ κατὰ ἀναγωγήν, αἱ σπείρουσαι ψυχαὶ μαθήματα ἄλλαις ψυχαῖς διδασκαλίας τρόπῳ ἄνδρες ἐν δίκῃ καλείσθωσαν, τῶν ὑποδεχομένων τὰ μαθήματα ἐξ ἄλλων, ἀλλ' οὐκ ἐξ ἑαυτῶν γεννωσῶν, προσαγορευομένων ἀλληγορικῶς γυναικῶν. 4.274 Ὁμοίως καὶ ἐπὶ τοῦ Νάθαν καὶ Λευὶ καὶ Συμεὼν καὶ τῶν ὑπολελειμμένων ἄλλων φυλῶν, ἡ παραλλαγὴ τῶν ἀνδρῶν καὶ γυναικῶν πρὸς ῥητὸν καὶ διάνοιαν μενέτω. Φυλὴ τοῦ Νάθαν καὶ ἡ τοῦ Λευὶ οἱ προφητικὴν