1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

141

16Ἰδοὺ ἐγὼ κτίζω σε οὐχ ὡς χαλκεὺς φυσῶν ἐν πυρὶ ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον. Τὸ ἄπονον καὶ λίαν εὐπετὲς τῆς δημιουργίας δεδήλωκεν· οὐ γὰρ δέομαί φησιν ὀργάνων τινῶν καὶ πυρὸς καὶ φυσῶν τοῖς χαλκεῦσι παραπλησίως, ἀλλ' ἀρκεῖ μοι λόγος εἰς ποίησιν. Ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι. Ἐπειδὴ «ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός», ἐδέξατο δὲ καὶ τοῦ θανάτου τὴν ψῆφον, ὑπισχνεῖται ὁ τῶν ὅλων δημιουργὸς εἰς ἀφθαρ σίαν νεουργεῖν τῶν ἀνθρώπων τὴν φύσιν. 17Πᾶν σκεῦος φθαρτὸν ἐπὶ σὲ οὐκ εὐοδωθήσεται. Οἱ δὲ ταύτην τὴν ἀφθαρσίαν ἐνδύσασθαι μὴ βουλόμενοι ἀλλ' ἐπὶ τῆς προτέρας φθορᾶς διαμέ νοντες οὐ περιέσονταί σου πολεμεῖν σοι πειρώμενοι. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς σαφέστερον δηλοῖ· Καὶ πᾶσα φωνὴ ἣ ἀναστήσεται ἐπὶ σέ, εἰς κρίσιν πάντας αὐτοὺς ἡττήσεις. Ὁ δὲ Ἀκύλας οὕτως· « Καὶ πᾶσαν γλῶσσαν ἱσταμένην σὺν σοὶ εἰς κρίσιν καταδικάσεις.» Τοὺς γὰρ ἐξ ἁπάντων τῶν ἐθνῶν ἀντιτείνοντάς σοι καὶ κατακρινεῖς καὶ ἡττήσεις. Οἱ δὲ ἔνοχοι ἔσονται ἐν λύπῃ. ∆ρέπονται λύπην οἱ τὰς κατὰ σοῦ τεκταινόμενοι μηχανάς, σὺ δὲ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσεις. |170 a| Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Ἔστι κληρονομία τοῖς θεραπεύουσι κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει κύριος. Τοῦτο καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἐδίδαξεν· «∆εῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρο νομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.» ∆ίδωσι δὲ ταύτην τοῖς τὴν νενομοθετημένην δικαιοσύνην προφέρουσιν· «Ἐπείνασα γάρ» φησι «καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με» καὶ τὰ ἑξῆς. Τοῦτο κἀνταῦθα δείξας τὴν τῆς δικαιοσύνης ὁδὸν ἐπι δείκνυσιν· 551Οἱ διψῶντες πορεύεσθε ἐφ' ὕδωρ. ∆ιὰ γὰρ τοῦ παναγίου βαπτίσματος «δικαιούμεθα δωρεὰν» κατὰ τὸν θεῖον ἀπόστολον «διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ». Τοῦτο γὰρ καὶ ὁ προφητικὸς ᾐνίξατο λόγος· Καὶ ὅσοι μὴ ἔχετε ἀργύριον βαδίσαντες ἀγοράσατε καὶ φάγεσθε καὶ πορεύεσθε καὶ ἀγοράσατε καὶ πίεσθε ἄνευ ἀργυρίου. Ἀργύριον δὲ τὴν δικαιοσύνην πολλάκις ἡ θεία γραφὴ προ<σ>αγορεύει· «Τὰ λόγια» γάρ φησι «κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ.» Καὶ τοὺς παρανομίᾳ συζῶντας «ἀργύριόν» φησιν «ἀποδεδο κιμασμένον καλέσατε, ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος ὁ θεός». Ὑπισχνεῖ ται τοίνυν ὁ φιλάνθρωπος δεσπότης καὶ τοῖς οὐ κεκτημένοις τὸ καλούμενον ἀργύριον, τουτέστι τὴν δικαιοσύν ην , προῖκα δώσειν τὸ τριπόθητον ὕδωρ· τοὺς γὰρ τῷ παναγίῳ προσιόντας βαπτίσματι οὐκ εὐθύνας ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων εἰσπράττεται ἀλλὰ τὴν τούτων ἄφεσιν ἐπαγγέλλεται. Οἶνον καὶ στέαρ 2ἵνα <τί> τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Τὰς νομικὰς ἐνταῦθα θυσίας ἐξέβαλεν. ∆ιαφερόντως γὰρ πάλαι τῶν ἱερείων τὸ στέαρ τῷ βωμῷ προσφέρειν ἐκέλευσεν, οὗ δὴ χάριν καὶ μεταλαμβάνειν στέατος ἀπηγόρευσεν· καὶ οἶνον δὲ σπένδειν εἰώθεσαν. ∆ι δάσκει δὲ ὁ προφητικὸς λόγος ὡς οὐδεμίαν ταῦτα τροφὴν προσέφερε τῇ ψυχῇ· τοῦτο γὰρ εἶπεν· ἐν οὐκ ἄρτοις καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν, ἀντὶ τοῦ ἀκερδής, ἀνόνητος, οὐδὲν ἔχων πνευματικόν. Οὕτω ς ἐπι θεὶς τῇ παλαιᾷ διαθήκῃ τὸ πέρας ὑποδείκνυσι τὴν καινήν· Ἀκούσατέ μου καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν· 3προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια ∆αυὶδ τὰ πιστά. Τῷ ∆αυὶδ ὁ θεὸς ἐπηγγείλατο ὅτι «τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.» Ταύτας τοίνυν τὰς συνθήκας τὰς πρὸς ἐκεῖνον γεγενημένας ἐφ' ὑμῶν πληρώσω, τὴν μὲν ἀνθρωπείαν φύσιν ἐ κ τοῦ ∆αυιτικοῦ γένους κατὰ τὴν ὑπόσχεσιν ἐνδυόμενος, τὴν δὲ καινὴν διαθήκην εἰσφέρων. 4Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Τὸν γὰρ ὑπὸ Ἰουδαίων ἐσταυρω μένον πᾶσα γῆ καὶ θάλαττα προσκυνεῖ καὶ τοὺς τούτου νόμους ἀσπάζεται. Μαρτύριον δὲ αὐτὸν