1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

142

καλεῖ, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον «μάρτυρα», ὡς περὶ τῆς μελλούσης διαμαρτυρόμενον κρίσεως καὶ τῆς γεέννης ἀπειλοῦντα τὴν φλόγα. 5Ἰδοὺ ἔθνη ἃ οὐκ οἴδασί σε ἐπικαλέσονταί σε, λαοὶ οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται ἕνεκεν κυρίου τοῦ θεοῦ <σου> καὶ τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασά σε. Τίνι ταῦτα προσαρμόζουσιν Ἰουδαῖοι; Τίνα τὰ ἔθνη ἐπεκαλέσατο; Ἐπὶ τίνα δὲ κατέφυγον οἱ λαοί; Ἀλλ' ἐκεῖνοι μὲν οὐ δύνανται δεῖξαι, ἡμεῖς δὲ ὁρῶμεν τὰ πράγματα καὶ τὸν ἀγνοούμενον ὑπὸ τῶν ἐθνῶν ἀσπασίως ὑπ' αὐτῶν προσκυνούμενον. Τὸ δέ· ἕνεκεν κυρίου τοῦ θεοῦ σου ὅτι ἐδόξασέ σε, ἀνθρωπίνως εἴρηται· καὶ γὰρ αὐτὸς ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίο ις προσευ χόμενος ἔλεγεν· «Πάτερ δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε.» Τοῦτ ο περὶ τῶν ἐθνῶν προθεσπίσας καὶ τὴν ἐκείνων πίστιν σαφῶς ἐπιδείξας προσφέρει καὶ Ἰουδαίοις τὸν λόγον · 6Ζητήσατε τὸν θεόν. Τουτέστιν· Ἐπίγνωτε ὃν ἠγνοήσατε. Καὶ ἐν τῷ ὑμᾶς εὑρίσκειν αὐτὸν ἐπικαλέ σασθε. Ἐπίγν ωτ ε , μὴ ἀπαγορεύσητε τὴν σωτηρίαν ὡς προσηλώσαντες, ἀλλ' αἰτήσατε συγγν ώμην . Ἡνίκα |170 b| δ' ἂν ἐγγίζῃ ὑμῖν, 7ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστρα φήτω πρὸς κύριον καὶ ἐλεηθήσεται καὶ πρὸς τὸν θεὸν ἡμῶν, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Ὅταν φησὶ ζητήσαντες εὕρητε καὶ ἐπικαλεσάμενοι τύχητε συγγνώμης, φεύγετε τὴν προτέραν τῆς ἀσεβείας καὶ παρανομίας ὁδὸν καὶ δότε τῷ θεῷ τὰ πρόσωπα καὶ μὴ τὰ νῶτα. Μεταδώσει γὰρ ὑμῖν ἐλέου καὶ τῶν ἁμαρτημάτων δωριεῖται τὴν ἄφεσιν. 8Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥςπερ αἱ βουλαὶ ὑμῶν οὐδ' ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει κύριος. 9Ἀλλ' ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Πολύ φησιν ἀλλήλων ἀφεστήκαμεν καὶ τοσοῦτον ὅσον ὁ οὐρανὸς γῆς· ὑμεῖς μὲν γὰρ μισεῖτε, ἐγὼ δὲ φιλῶ· ὑμεῖς φεύγετε, ἐγὼ καλῶ· ὑμεῖς πολεμεῖτε, ἐγὼ εὐεργετῶ. 10Ὡς γὰρ ἐὰν καταβῇ ὑετὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ καὶ οὐ μὴ ἀποστραφῇ ἐκεῖ ἕως ἂν μεθύσῃ τὴν γῆν, ἐκτέκῃ καὶ ἐκβλαστήσῃ καὶ δῷ σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν, 11οὕτως ἔσται τὸ ῥῆμά μου ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρός με κενόν, ἕως ἂν συντελέσῃ πάντα ὅσα ἐλάλησα, καὶ εὐοδώσω τὰς ὁδούς μου καὶ τὰ ἐντάλματά μου. Καθάπερ φησὶν ὑετὸς καὶ χιὼν ἀρδείας χάριν χορηγεῖται τῇ γῇ, ὥστε τοὺς γηπόνους ἀπολαβεῖν τοὺς πόνους τὰ δράγματα καρπουμένους καὶ ἐντεῦθεν ποριζομένους τροφήν, οὕτως ὁ ἀποφαντικός μου λόγος ἐνεργέστατός ἐστι καὶ πρακτικώτατος πάντα πληρῶν ὅσα βούλομαι. 12Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ δι<δα>χ θήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἐπικροτήσει τοῖς κλάδοις. Τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλαττόμενοι καὶ τῆς ἐκείνου δυναστείας ἐλευθερούμενοι πάσης εὐφρο σύνης ἐμπλησθήσεσθε. Εἶτα, τῆς θυμηδίας δεικνὺς τὴν ὑπερβολήν, καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰ ξύλα ἔδειξεν εὐφραινόμενα. Τοῦτο γὰρ καὶ ὁ μακάριος ἔφη ∆αυὶδ τὴν ἐξ Αἰγύπτου ἔξοδον τοῦ λαοῦ διηγούμενος· «Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Τούτῳ δὲ τῷ εἴδει κέχρηται ἡ θεία γραφὴ τῷ ἔθει τῶν ἀνθρώπων ἀκολουθοῦσα. Εἰώθαμεν γὰρ λέγειν· Πᾶσα ἡ πόλις εὐφραίνεται, πᾶσα ἡ πόλις ἑορτάζει, οὐ τοὺς τοίχους νοοῦντες πόλιν ἀλλὰ τοὺς ἐνοικοῦντας. Εἰ δὲ καὶ τροπικῶς τις νοεῖν βούλοιτο ὄρη μὲν καὶ βουνοὺς τὰς ἐπουρανίους δυνάμεις, ξύλα δὲ ἀγροῦ τοῖς κλάδοις δεικνύντα τὴν ἡδονὴν τοὺς ἁγίους-περὶ ὧν εἴρηται· «∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται», καὶ· «Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου»-, εὑρήσει καὶ οὕτως τὴν τῆς προφητείας ἀλήθειαν. 13Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται κυρίῳ εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει. Ἔδειξε διὰ τούτων τῶν ἀλλοφύλων ἐθνῶν τὴν μεταβολήν. Οἱ γὰρ πάλαι ἀχρήστοις βοτάναις καὶ χαμαιζήλοις ἐοικότες οὗτοι