1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

143

θεωρήματα. 4.285 Zach. XIIΙ, 2: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. 4.286 Ὅταν ἡ προλεχθεῖσα μετακίνησις εἰς τὸν ῥαντισμὸν καὶ τὴν ἀλήθειαν γένηται, τὸ τηνικάδε τὰ ἀναπλάσματα τῶν ἑτεροδόξων, τροπικῶς εἴδωλα καλούμενα, ὀλεθρευθήσεται ἀπὸ τῆς γῆς, οὐκ ἀπατωμένων ἔτι τῶν ἀνθρώπων, ἐλεγχθείσης τῆς τροπικῆς εἰδωλολατρείας ὑπὸ τῆς φανερωθείσης ἀληθείας καὶ ἀναιρεθείσης πάσης ψευδοῦς προφητείας καὶ τοῦ ἐνεργοῦντος αὐτὴν ἀκαθάρτου πνεύματος, τυγχάνοντος ἐν τῷ ἀνθρώπῳ πρὸ τῆς εἰς τὸν Χριστὸν πίστεως. 4.287 ∆υνατὸν καὶ περὶ τῶν αἰσθητῶν ἀφιδρυμάτων καὶ τῶν περὶ αὐτὰ δαιμόνων εἰρῆσθαι ἐξολεθρεύεσθαι αὐτὰ ἀπὸ τῆς γῆς. Ὅτι δὲ τὰ ἀγάλματα δηλοῦται τῇδε τῇ προσηγορίᾳ, ὑπὸ τοῦ ὑμνῳδοῦ μαθεῖν ἔστιν λέγοντος· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, πόδας ἔχουσιν καὶ οὐ περιπατοῦσιν», καὶ τὰ ἑξῆς. 4.288 Ὅτι δὲ ὁμωνυμοῦσιν αὐτοῖς τὰ ἐμφωλεύοντα τοῖς σηκοῖς αὐτῶν δαιμόνια, ὁ προφήτης Ἠσαΐας διδάσκει ἀρχόμενος ἔνθεν· «Ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἰερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ· ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς γλυπτοῖς αὐτῆς, οὕτω ποιήσω καὶ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς.» 4.289 Ὀλολύζοντα εἴδωλα γλυπτά τε καὶ χωνευτὰ οὐ τὰ τεχνιτῶν κατασκευάσματα τυγχάνει, οὐ πεφυκότα ὀλολύζειν· ἐμψύχων γὰρ ἡ ἐνέργεια. Ἔστιν γὰρ ὁ ὀλολυγμὸς φωνὴ ἄσημος ὑπὸ ζῴου ἐκπεμπομένη ὑπὸ πάθους ψυχικοῦ. ∆ιὰ πλειόνων ἀποδέδεικται τὸ νόημα τοῦτο ἐν τοῖς εἰς τὸν Ἠσαΐαν ὑπομνήμασιν, μετὰ μαρτυρίου τοῦ ἀπὸ τῆς Σοφίας Σαλωμῶνος, οὕτως ἔχοντος· «Ἐπ' ἴσης γὰρ μισητὰ Θεῷ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ· τὸ γὰρ πραχθὲν σὺν τῷ δράσαντι κολασθήσεται.» 4.290 Εἴρηται δὲ ταῦτα τῷ σοφῷ περὶ τέκτονος ἀνθρώπου καὶ γλυφομένου ξύλου ὑπ' αὐτοῦ κατὰ μορφὴν ζῴου, καὶ ὥσπερ οὐ πέφυκεν ὀλολύζειν τὸ ψυχὴν οὐκ ἔχον, ὡς ὑπόγυον ἐλέχθη, οὕτως οὐδὲ κολασθῆναι δυνατῶς ἔχει. ∆ιὸ ταῦτα ἐκλαμβανέσθω περὶ δαιμόνων προσπεπατταλωμένων τοῖς ἀψύχοις ἀγάλμασιν. 4.291 Ὀλεθρευομένων τῶν εἰδώλων ἀπὸ τῆς γῆς, ἐξαίρονται ἀπ' αὐτῆς οἱ ψευδομάντεις καὶ ἁπαξαπλῶς οἱ πρόγνωσιν ψευδῆ ἐπαγγελλόμενοι, ψευδοπροφῆται ἐν δίκῃ ὑπὸ τῆς θείας παιδεύσεως καλούμενοι, τοῦτο αὐτὸ σὺν αὐτοῖς πεισομένου καὶ τοῦ ἀκαθάρτου πνεύματος. Πῶς γὰρ τὴν ἐξ ἀσεβείας ἀκαθαρσίαν οὐκ ἔχει τὸ τῶν μάντεων καὶ οἰωνοσκοπούντων πνεῦμα; 4.292 Ἐκληφθείη καὶ ἡ λέξις αὕτη περὶ τῶν προστατῶν τῶν αἱρέσεων, πλήρης τυγχανόντων δαιμονίων καὶ πνευμάτων πλάνων. Περὶ γὰρ αὐτῶν ὁ θεσπέσιος γράφει Παῦλος οὕτως· «Ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένοι τὴν ἰδίαν συνείδησιν.» 4.293 Οὐ ταρακτέον εἰ ἑνικῶς τὸ ἀκάθαρτον πνεῦμα ἐν τῷ προφήτῃ εἴρηται, πληθυντικῶς δὲ τὰ πλάνα πνεύματα ἐν τῇ ἀποστολικῇ γραφῇ. Τὰ γὰρ καθ' ἕκαστα ἅμα λαμβανόμενα γενικῶς ἓν καλεῖται πνεῦμα. Εὖ δὲ καὶ τὸ φάναι τὰ ὀνόματα τῶν εἰδώλων ὀλεθρεύεσθαι ὡς μηκέτι μνείαν αὐτῶν εἶναι, τοῦ κόμπου καὶ τῆς βλακείας αὐτῶν, μέχρις προσηγορίας καὶ οὐχὶ δυνάμεως ὑπαρχόντων. 4.294 Zach. XIIΙ, 3: Καὶ ἔσται ἐα`̣ν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν· Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν. 4.295 Ἐξαρθέντων ἀπὸ τῆς γῆς τῶν ψευδοπροφητῶν καὶ τοῦ ἀκαθάρτου πνεύματος, εἰ τολμήσειε ἔτι ἀπὸ κάρου καὶ μανίας ἄνθρωπος προφητεύειν, τοσοῦτον καταγέλαστος καὶ εὐέλεγκτος εἴη, ὡς μηδὲ τοὺς γονεῖς αὐτοῦ πιστεύειν αὐτῷ, ἀλλὰ