1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

144

ψηφίζεσθαι θάνατον κατ' αὐτοῦ, ἀπαγγέλλοντας· «Οὐ ζήσει ἔτι ὅτι ψευδῆ ἐλάλησας ἐπὶ τῷ ὀνόματι Κυρίου», οὐ προφήτης ἀλλὰ ψευδοπροφήτης τυγχάνων. 4.296 Ταῦτα ἐλεγχόντων τὸν ψευδοπροφήτην τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, κατατρέχοντες συμποδίζουσιν αὐτόν, ἐλέγχοντες αὐτοῦ τὰ σοφίσματα καὶ τοὺς ἀπατηλοὺς λόγους. 4.297 Ἀμφιβόλως ἐχούσης τῆς λέξεως τῆς «Οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν», διασταλτέον αὐτὴν εἰς ἀμφότερα τὰ λεκτά. Ὧν τὸ μὲν οὕτω νοηθείη· οἱ γεννήσαντες αὐτὸν ἄνθρωπον ἄνθρωποι καί τι φυλάττοντες γονέων διάθεσιν πρὸς αὐτόν, διὰ τὸ ψεύδη ἐν ὀνόματι Κυρίου λαλεῖν συμποδιοῦσιν αὐτὸν καταψηφιζόμενοι. Τὸ δὲ ἕτερον ἀποδοθείη οὕτως· ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ συμποδιοῦσιν αὐτόν, οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν, τεκόντες αὐτὸν ψευδοπροφήτην, ἀνατροφῇ καὶ τοκετῷ τῷ ἐκ μιμήσεως καὶ διδασκαλίας γεννήσαντες αὐτόν, καὶ αὐτῶν δηλαδὴ πεποιωμένων κατ̣ὰ ψευδοπροφητικὴν ἕξιν. 4.298 Οὐ μάτην οὐδὲ ὡς ἔτυχεν ὁ τοιοῦτος «ἄνθρωπος» προσηγόρευται, ἀλλ' ὅτι «ἐν ἔριδι καὶ ζήλῳ» κατὰ σάρκα περιπατῶν ψευδῶς ἔχει τὴν ἀνθρώπου ὀνομασίαν, παραπλησίως οἷς εἴρηται· «Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄσκετε», καὶ περι`̣ τ̣ῶν ἀναξίων τοῦ θείου Πνεύματος ὁ Κύριος λέγει· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» 4.299 Zach. XIIΙ, 4-6: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ' ὧν ἐψεύσαντο. Καὶ ἐρεῖ· Οὔκ εἰμι προφήτης ἐγώ, διότι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου. Καὶ ἐρῶ πρὸς αὐτόν· Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου; Καὶ ἐρεῖ· Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. 4.300 Οἱ πρόγνωσιν ὑπισχνούμενοι αἰσχύνην ὀφλισκάνουσιν διὰ πιπτούσης τῆς προαναφωνήσεως αὐτῶν. Ἐπεὶ τοίνυν ἔλεγχος γέγονεν τοῦ ψευδοπροφήτου οὐ παρὰ τῶν ἀλλοτρίων μόνων ἀλλὰ καὶ τῶν γεννησάντων αὐτόν, τούτου χάριν καταισχύνεται, ἐλεγχθείσης αὐτοῦ τῆς προφητείας, ὡς λοιπὸν κακίζειν ἑαυτὸν καὶ ὀλοφύρεσθαι δέρριν ἐνδυσάμενον. Ὁμολογεῖ γοῦν ἄνθρωπος ἐκ νεότητος αὐτοῦ ὑπάρχειν, τῆς νεότητος τὸ νῦν οὐχ ἡλικίαν δηλούσης ἀλλὰ νεαρὸν καὶ ἐπιπόλαιον ἦθος. 4.301 Ὁ γὰρ φαῦλος οὐκ ἔχων φρόνησιν πολιὰν οὐδὲ γῆρας τίμιον, βίον ἀκηλίδωτον, σὺν ἀγνοίᾳ διάγει, κατὰ τὸ παροιμιωδῶς λεχθὲν λόγιον· «Ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ.» Ὁ ταύτην τὴν κατάστασιν χειρίστην οὖσαν ὑπερβὰς παράκλησιν τῷ Θεῷ προσάγει· «Ἁμαρτίας νεότητός μου καὶ τὰς ἀγνοίας μου μὴ μνησθῇς.» 4.302 Ὁ ἐλεγχθεὶς ψευδῆ λαλῶν ἐν τῷ προφητεύειν, καταισχυνθεὶς ἐπὶ τῇ ματαίᾳ ὁράσει, μαντικῇ μᾶλλον καὶ οὐ προφητείᾳ οὔσῃ, ὁμολογεῖ μὴ εἶναι προφήτης μηδὲ ἐκ προφητῶν εἰς τοῦτο προῆχθαι. 4.303 Καὶ ἐπεὶ δέρριν ἐνδεδυμένο̣ς, ε᾿̣κβιαζόμενος ἀλλ' οὐ κατ' ἀλήθειαν ἀρνεῖται τὸ εἶναι προφήτης, λέγεται πρὸς αὐτόν· «Τί οὖν αἱ πληγαὶ αἱ ἀνὰ μέσον τῶν δύο χειρῶν σου;» Πρὸς ὅ φησιν· «Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου», μηδὲ τῶν γεννησάντων με ἀνεχομένων εἶναί με προφήτην, ὡς καὶ πληγὰς ἐπιφέρειν κατ' ἐμοῦ. 4.304 ∆υνατὸν οἶκον τοῦ ἀγαπητοῦ τοῦ ψευδῆ προφητεύοντος εἰπεῖν τὴν ἀγαπηθεῖσαν ὑπ' αὐτοῦ πληθὺν καταγνοῦσαν αὐτοῦ τῶν μαντειῶν, ὡς ἐπιπόνοις αὐτὸν ὑποβαλεῖν. Καὶ ταῦτα ἀνακτέον πρὸς τοὺς ἑτερογνωμονοῦντας ἐν χριστιανισμῷ. 4.305 Ἡ ἐπεψευσμένη μετάνοια τοῦ δέρριν ἐνδυσαμένου ψευδοπροφήτου καὶ ἐν Ἠσαΐᾳ φέρεται πρὸς τοὺς μάτην νηστεύοντας καὶ προσευχομένους, ἐλέγχου γινομένου κατὰ τῶν ὑποκριτῶν· «Ἐὰν γὰρ κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃς, οὐδ' οὕτω καλέσετε νηστείαν δεκτήν.» Οὐ τοῦτο δέ φημι ὡς οὐδεὶς ὠφελεῖται ἐκ τῆς ἐπιπόνου ἀγωγῆς καὶ σκληρᾶς διαίτης, γινομένης τότε ἐπωφελῶς ὅταν σὺν μετανοίᾳ ἐπιτέληται.