1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

144

τὸ ὄνομα κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου 7εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου, τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου, ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν. Ἔδειξεν ὡς οὐκ Ἰουδαίων μόνων ἐστὶ θεὸς ἀλλὰ καὶ ἐθνῶν ὁ τῶν ὅλων θεός· πάντων γὰρ ὑπάρχων δημιουργὸς πάντων προμηθεῖται παραπλησίως. ∆ιά τοι τοῦτο καὶ νομοθετῶν ἔλεγεν Ἰουδαίο ις κα ὶ ἀγαπ ᾶν «τὸν προσήλυτον, ὅτι προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.» Ἐνταῦθα μέντοι διὰ τῶν ἀλλογ ενῶν τῶν κατὰ τὸν παλαιὸν πολι τευομένων νόμον πᾶσι τοῖς ἔθνεσιν ἀνοίγνυσι τῆς σωτηρίας τὴν θύραν. Οὕτω τοῖς ἀλλογενέσι καὶ τοῖς εὐνούχοις ἐπαγγειλάμενος προλέγει Ἰουδαίοις τὴν ἐσχάτην πολιορκίαν τὴν ὑπὸ Ῥωμαίων γεγενημένην. 8Εἶπε κύριος ὁ συνάγων τοὺς διεσπαρμένους τοῦ Ἰσραήλ, ὅτι συνάξω ἐπ' αὐτὸν συναγω γήν, 9πάντα τὰ θηρία τὰ ἄγρια. Σαφῶς ἔδειξεν ὡς τὴν ἐσχάτην προαγορεύει πολιορκίαν· μετὰ γὰρ τὴν τῶν διεσπαρμένων συναγωγὴν καὶ τὴν ἐπάνοδον τὴν τῶν θηρίων ἠπείλησε στρατιάν· ἄγρια δὲ θηρία καλεῖ διὰ τὴν προτέραν ἀσέβειαν· αἰνίττεται δὲ καὶ τὸ ὠμὸν αὐτῶν καὶ ἀνήμερον. Καὶ ὁ μακάριος ∆ανιὴλ τὸ τελευταῖον θηρίον φοβερὸν λέγει εἶναι καὶ ἔκθαμβον περισσῶς, τοὺς ὀ δόντας φοβεροὺς ἔχον καὶ τοὺς ὄνυχας χαλκοῦς, ἐσθίον καὶ λεπτῦνον καὶ τὰ λοιπὰ τοῖς ποσὶ συμπ ατοῦν . ∆εῦτε φάγετε πάντα τὰ θηρία τοῦ δρυμοῦ. Ἐκ διαφό ρων ἐθνῶν ἡ Ῥωμαϊκὴ συνείλεκτο στρατιά· τῆς γὰρ Εὐρώπης ἁπάσης τηνικαῦτα κρατοῦντες καὶ τῆς Ἀσίας ὑποχείρια τὰ πλεῖστα πεποιηκότες πανταχόθεν εἶχον συνειλεγμένους λογάδας. ∆ιὰ τοῦτό φησιν ὁ προφητικὸς λόγος· ∆εῦτε φάγετε πάντα τὰ θηρία |171 b| τοῦ δρυμοῦ. Τινὲς μέντοι εἰς τὸν Γὼγ καὶ Μαγὼγ ταῦτα ἔλαβον, οὐ προσεσχηκότες ὅτι ἐκεῖνοι μὲν θε ηλάτοις πληγαῖς ἐν τοῖς τῆς Ἰουδαίας καταναλώθησαν ὄρεσιν οἱ δὲ νῦν καλούμενοι εἰς τὸ φαγεῖν ἑτέρους ἐγείρονται. Εἶτα τὸν παράνομον τῶν Ἰουδαίων ἐξηγεῖται βίον· 10Ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν φρόνησιν. Τοσαύτη δὲ αὐτῶν ἡ τυφλότης ὡς ἐν σταθηρᾷ μεσημβρίᾳ μὴ ἐπιγνῶναι τῆς δικαιοσύνης τὸν ἥλιον. Πάντες κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν. Κατὰ μὲν γὰρ τῶν δαιμόνων οὐχ ὑλάκτουν ἀλλὰ περισαίνοντες τοὺς πολεμίους ὡς εὐεργέτας ἐδέχοντο, κατὰ δὲ τοῦ τροφέως καὶ σωτῆρος ὑλάκτουν. Ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυσταγμόν. Ἐπέμεινε τῇ τροπῇ τὸ ῥᾴθυμον ἐξελέγχων τῆς γνώμης. 11Καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ καὶ οὐκ εἰδότες πλησμονήν. Ἐναντίον εἶναί πως δοκεῖ· εἰ γὰρ οὐχ ὑλακτοῦσιν ἀλλὰ διηνεκῶς καθεύδουσιν, πῶς ἀναίδειαν ἔχουσιν; Ἀλλ', ὅπερ ἔφην, κατὰ μὲν τῶν πολεμίων οὐχ ὑλάκτουν, κατὰ δὲ τοῦ δημιουργοῦ τὴν ἀναίδειαν ἔδειξαν κόρον οὐ λαμβάνοντες τῆς πονηρίας. Καί εἰσι πονηροὶ καὶ οὐκ εἰδότες σύνεσιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ πλεονέκτημα ἀπ' ἄκρου αὐτοῦ. Τὸ πλεονέκτημα Ἀκύλας καὶ Θεοδοτίων καὶ Σύμμαχος «πλεονεξίαν» ἡρ μήν ευσαν. Κατηγορεῖ δὲ αὐτῶν ὁ λόγος ὅτι τὴν θείαν καταλιπόντες ὁδὸν εἰς πολυσχιδεῖς ἐπλανήθησαν ἀτραπούς· ἕκαστος γὰρ ὥδευεν ὡς ἐβούλετο τὴν πλεονεκτικὴν αἱρούμενος γνώμην. 12∆εῦτε λάβωμεν οἶνον καὶ οἰνοφλυγήσωμεν μέθῃ, καὶ ἔσται τοιαύτη ἡμέρα αὔριον μεγάλη περισσῶς σφόδρα. Ταῦτα αὐτοὶ π ρὸς ἀλλήλους ἔλεγον οἰνοφλυγίᾳ καὶ γαστρι μαργίᾳ δουλεύοντες καὶ νομίζοντες τὴν τρυφὴν πάν των αὐτοῖς πρόξενον ἔσεσθαι ἀγαθῶν. 571Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἀνὴρ ἐκδέχεται τῇ καρδίᾳ. Τὸν δεσποτικὸν ἐνταῦθα σταυρὸν προεσήμηνεν· δίκαιον γὰρ τὸν δεσπότην ὀνομάζει Χριστόν, ὃς «ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ». Σημαίνει δὲ κατὰ ταὐτὸν καὶ τῆς τῶν ἐσταυρωκότων καρδίας τὴν πώρωσιν· οὐδεὶς γὰρ αὐτῶν φησι συνιδεῖν ἐβουλήθη τὸ ἔγκλημα. Καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Μετὰ γὰρ τὸν δεσπότην