1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

145

Νινευῖται γοῦν μετὰ κακίαν πολλὴν μετανοήσαντες κατὰ τὸ τοῦ προφήτου Ἰωνᾶ κήρυγμα, ἔξω γεγόνασιν ἀπειληθείσης μεγάλης κατασκαφῆς τῆς πόλεως αὐτῶν. Συνᾴδει καὶ ὁ ὑμνῳδὸς ὅπου μὲν λέγων· «Ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι», τοὺς ἐχθροὺς δηλονότι ὁρατούς τε καὶ ἀοράτους, «ἐνεδιδυσκόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου», καὶ ἐν ἑτέρῳ Ψαλμῷ· «Ἐθέμην τ̣ὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.» 4.306 Ἐκ τῆς οὕτω γινομένης καταστάσεως σκυθρωποῦ ὑπὲρ κτήσεως ἀγαθῶν, ὁ τυχὼν αὐτῶν, εἰς τὸ ἱλαρὸν μεταβαλών, λέγει· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην.» 4.307 Zach. XIIΙ, 7: Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ' ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ· πάταξον τὸν ποιμένα καὶ διασκορπισθήτωσαν τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. 4.308 Ἐκ ταύτης τῆς προφητείας μετείληφεν ὁ εὐαγγελιστὴς Μαθθαῖος τὸ λεχθὲν ἐν τῷ κατ' αὐτὸν Εὐαγγελίῳ, ὅτε, συλληφθέντος τοῦ Ἰησοῦ, σκανδαλισθέντων τῶν μαθητῶν καὶ φευγόντων, εἶπεν· «Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα», πάταξιν καὶ πληγὴν λέγων τὸν ὑπὲρ τῆς λογικῆς ἀγέλης θάνατον τοῦ ποιμένος τοῦ ἀληθινοῦ «τεθεικότος τὴν ψυχὴν ἑαυτοῦ ὑπὲρ τῶν προβάτων», «δοθεῖσαν λύτρον ἀντὶ πολλῶν.» 4.309 Περὶ τῆς οὕτως γεναμένης ἐπιβουλῆς τρωθεισῶν τῶν χειρῶν καὶ ὀρυχθέντων τῶν ποδῶν τοῦ ἀρίστου νομέως, αὐτοῦ ἔστιν ἀκοῦσαι τῷ Πατρὶ λέγοντος· «Ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου αὐτοὶ προσέθηκαν.» Πατάξαντες γὰρ οἱ κυριοκτόνοι ὃν ὁ Θεὸς ὑπὲρ αὐτῶν παραδέδωκεν ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων αὐτοῦ προσέθηκαν, αὐξήσαντες τὴν ἐπιβουλὴν καταδιώκοντες αὐτόν. 4.310 Τὸ τολμηθὲν ἅγος ὑπὸ τῶν κακῶν ἐπ····α´̣μενος, ὁ τὸν ἑαυτοῦ ποιμένα ἔκδοτον ὑπὲρ τῶν προβάτων προέμενος προστάττει ἐξεγερθῆναι ῥομφαίαν κατὰ τοῦ ἰδίου ποιμένος καὶ τοῦ πολίτου αὐτοῦ, - ἐστὶν δὲ ὁ τῶν Ἑβραίων λαός. Ὁμῶς ἡ ἐπαχθεῖσα μάχαιρα ἀπέκτεινεν μὲν τὸν πολίτην, οὐ μὴν ἔβλ̣α̣ψεν τὸν ἀγελάρχην ὑπὲρ φειδοῦς τῆς ποίμνης θάνατον ἀναδεξάμενον. 4.311 Πῶς γὰρ οὐκ ἔξω πάσης βλάβης ἔμεινεν ὁ τῷ Θεῷ φάσκων· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου»; Αὕτη ἡ φωνὴ ἐν εἰκοστῷ πρώτῳ Ψαλμῷ φέρεται, ἐκ προσώπου τοῦ Σωτῆρος ὅλου προφερομένου. Ῥυσθείσης τῆς ψυχῆς ἐκ τῆς ῥομφαίας τοῦ τὴν εὐχὴν ἀναπέμψαντος, ὁ πολίτης αὐτοῦ ὑπέπεσεν τῷ τῆς κολάσεως ξίφει, κατὰ τὸ λεχθὲν ἐν Ἀμὼς τῷ προφήτῃ· «Ἐν ῥομφαίᾳ τελευτήσωσιν πάντες ἁμαρτωλοὶ λαοῦ.» Τιμωρίαν τὴν αὐτὴν αἰνίττεται τὸ ὑπὸ Θεοῦ ἐν Σοφονίᾳ τῷ προφήτῃ· «Ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε.» 4.312 Ὑπάρχουσιν Αἰθίοπες οἱ τῇ ῥομφαίᾳ τοῦ Θεοῦ πληττόμενοι, ὅσοι μετέσχον τῆς κακίας καὶ ἁμα̣ρτίας τοῦ διαβόλου, παρονομαζόμενοι ἀπὸ τῆς μελανίας αὐτοῦ. Ἐν γὰρ τῷ Ποιμένι καὶ τῇ τοῦ Βαρναβᾶ ἐπιστολῇ μέλας ὁ Σατανᾶς προσαγορεύεται, ἐκπεσὼν ἀπὸ τῆς λαμπρότητος καὶ τῆς ἀρετῆς καὶ τῆς νοητῆς λευκότητος, ἣν μόνος καὶ πᾶς ἔχειν δύναται ὁ λευκαινόμενος ὑπὸ τοῦ Θεοῦ. 4.313 Παταχθέντος τοῦ ποιμένος τῷ εἰρημένῳ τρόπῳ καὶ 4.313 διὰ τοῦτο σκορπισθέντων τῶν προβάτων, ἐκτείνει τὴν χεῖρα ἑαυτοῦ ἐπὶ τοὺς ποιμένας, τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους καὶ τοὺς ἰουδαϊκοὺς νομοδιδασκάλους συμφρονήσαντας κατὰ τοῦ ἀγαθοῦ ποιμένος ὑπὲρ τῶν προβάτων τεθεικότος ἵνα σωτηρίαν ἔχωσιν τὴν ἑαυτοῦ ψυχήν. Σκορπισμὸς δὲ τοῖς ποιμέσιν ὑπῆρκται καὶ τῇ ὑπ' αὐτοὺς ἀγέλῃ ἐκταθείσης ἐπ' αὐτοὺς τῆς τοῦ Θεοῦ χειρός. 4.314 Αὐτάρκως περιγραφέντος τοῦ τετάρτου λόγου εἰς τὸ «Ἐκτενῶ τὴν χεῖρά μου ἐπ̣ὶ τοὺς ποιμένας», τοῦ Θεοῦ τοῦτ' εἰρηκότος, ἀρχὴν τοῦ πέμπτου, παρέχοντος τοῦ μεγαλοδώρου, ποιησόμεθα ἀπὸ τοῦ ἑξῆς ῥητοῦ οὕτως ἔχοντος. 5.τ