146
ἐξηγούμενος γάμον διὰ τοῦ προφήτου Ἰεζεκι ήλ φησιν· «Καὶ εἰσῆλθον ἐν διαθήκῃ μου πρὸς σέ» ἀντὶ τοῦ· Προικῶν γραμματεῖον μεταξὺ ἡμῶν διετέλεσ α · καλεῖ δὲ διαθήκην τὸν νόμον. Ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ 9καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτῶν. Ὡς ἐπὶ γυναικὸς ἀκολάστου καὶ ταῦτα εἴρηκε τὴν πολλὴν αὐτῆς διδάσκων ἀσέβειαν. Καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ. Ὁ δὲ Σύμ μαχος καὶ ὁ Θεοδοτίων οὕτως· «Καὶ ἐπλήθυνας τὰ μυρέψιά σου.» Οὕτω δὲ προσηγόρευσε τὴν τῶν εἰδώλων κατασκευήν· καθάπερ γὰρ τὸ συγκείμενον μύρον ἐκ πολλῶν εἰδῶν ἐρανίζεται διὰ τῆς τέχνης τὴν εὐκοσμίαν, οὕτω καὶ τὰ εἴδωλα ἐκ πολλῶν ὑλῶν καὶ τεχνῶν δέχεται τὴν κατα σκευήν. Καὶ οἱ Ἑβδομήκοντα δὲ εἰκότως μακρὰν ὠνόμασαν· τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Πόρρω δὲ αὐτοὺς καὶ ὁ νόμος ἐποίει. Καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Ποτὲ μὲν γὰρ Αἰγυπτίοις ποτὲ δὲ Ἀσσυρίοις προσέ φευγον. Καὶ ἐταπεινώθη<ς> ἕως ᾅδου. Τοῦτον ἔσχες ἐκ τῆς τῶν εἰδώλων θεραπείας καρπόν. 10Ταῖς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας· Παύσομαι ἐνισχύουσα. Ἐπὶ πολύ φησιν ἐπλανήθης καὶ παῦλαν τῆς πλάνης λαβεῖν οὐκ ἠθέλησας. Ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου. Ἐμὲ κατέλιπες, τοὺς δαί μονας ἐθεράπευσας, ἀνθρωπίναις ἐπικουρίαις ἐθάρρησας καὶ κόρον οὐκ εἴληφας τῶν κακῶν. 11Τίνα εὐλαβηθεῖσα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου οὐδὲ εἰς τὴν καρδίαν σου; Ἡνίκα τοῖς εἰδώλοις ἐδούλευες, οὐκ ἐδεδίεις τὸν νομοθέτην· ὅτε δὲ παρεγενόμην ἐγώ, ἐφοβήθης φόβον, οὗ οὐκ ἦν φόβος, καὶ τὰς περὶ ἐμοῦ προρρήσεις λαβεῖν εἰς νοῦν οὐκ ἠθέλησας. Καὶ ἐγώ σε ἰδὼν παρορῶ. Πολιορκουμένῃ γάρ σοι οὐδε μίαν παρέξω βοήθειαν. Καὶ ἐγώ εἰμι ὁ ἀπ' αἰῶνος. Οὐδὲ γὰρ ἄλλος εἰμὶ παρ' ἐκεῖνον τὸν τῆς Αἰγυπτίων σε δουλείας ἐλευθερώσαν τα , τ ὸν διὰ θαλάττης πεζεῦσαι παρα σκευάσαντα, τὸν τὰ μυρία ἐργασάμενον θαύματα. 12Καὶ ἐγὼ ἀπαγγελῶ |172 b| τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου ἃ οὐκ ὠφελήσει σε. Καὶ τὰς ἐμὰς εὐεργεσίας δείκνυμι καὶ τὴν σὴν ἀγνωμοσύνην ἐλέγξω. 13Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. Οὐ γὰρ μόνον σοὶ βοηθείας οὐ μεταδώσουσιν ἀλλὰ καὶ αὐτοὶ φροῦδοι ἔσονται, τουτέστι τὰ εἴδωλα. Οἱ δὲ ἀντεχόμενοί μου κτήσονται τὴν γῆν καὶ κληρονομή σουσι τὸ ὄρος μου τὸ ἅγιον. Καὶ μαρτυρεῖ τοῖς λόγοις τὰ πράγματα· οἱ γὰρ εἰς αὐτὸν πεπιστευκότες καὶ τὴν Ἱεροσολύμων κατέχουσι πόλιν καὶ ἐν ἁπάσαις ταῖς πόλεσιν ἀξιοῦνται τιμῆς. 14Καὶ ἐροῦσιν· Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἐξάρατε τὰ σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. Οἱ γὰρ τῆς ἀληθείας κήρυκες λείαν ἐργάσονται τοῖς πιστεύουσι τὴν εὐθεῖαν ὁδόν, καὶ τὰ ἀρέσκοντα τῷ θεῷ ἐπιδεικνύντες καὶ τῶν ἐναντίων ἀποτρέ ποντες. Ταῦτα γὰρ ἐκάλεσε ςκῶλα, ὁ δὲ Σύμμαχος ταῦτα ἔφη «προσκόμματα». 15Ὅτι τάδε λέγει ὁ ὕψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν, ὁ αἰώνιος, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, κύριος ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ ζωὴν διδοὺς τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ ζωῶσαι καρδίας τεθλασμένων. Τὴν παν τοδαπὴ<ν> αὐτοῦ κηδεμο νίαν ἔδειξεν· ἐν ὑψηλοῖς γὰρ κατοικῶν τὰ ταπεινὰ ἐφορᾷ καὶ ἅγιος ὢν ἀνα παύ εται μὲν ἐν ἁγίοις, τοῖς δὲ ὀλιγοψύχοις προσφέρει παραψυχὴν καὶ τοὺς τὰς καρδίας συντετριμμένους εἰς ζ ωὴν ἐπανάγει. Οὐ γὰρ μόνον δικαίων ἐπιμελεῖται ἀλλὰ καὶ τοὺς εἰς τὸ βάραθρον τῆς κακίας ἐκ κομι σθέντας ἀνακαλεῖται καὶ τοῖς κακῶς τὰς ψυχὰς διακειμένοις ἰατρείαν προσφέρει παντο δαπή ν. 16Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν. Πλεῖστοι τῶν τὸν κύριον ἐσταυρωκό των διὰ τοῦ κηρύγματος τῶν ἀποστόλων ἐπίστευσαν καὶ τῆς σωτηρίας ἀπήλαυσαν. Τούτου χάριν καὶ σταυρούμενος ὁ κύριος ἔφη· «Πάτερ ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Ἐκ τούτων ὁ μακάριος Παῦλος, ἐκ τούτων οἱ τρισχίλιοι καὶ αἱ πολλαὶ μυριάδες· τούτοις ὑπισχνεῖται συγγνώμην. Πνεῦμα γὰρ παρ' ἐμοῦ ἐξελεύσεται, καὶ