1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

148

σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; Ἔοικε κατ' αὐτὸν τῆς προφητείας τὸν καιρὸν τοιοῦτόν τι γενέσθαι. Τοῦτο γὰρ καὶ ὁ λόγος αἰνίττε ται· ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν. 5Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ. Οὐ τοῦτον οἶδα νηστείας ὅρον ἐγώ· ἄλλως γὰρ νηστεύει ν ἐνομοθέτησα. Ἀναμνήσθητε τῶν διὰ τοῦ θεράποντός μου Μωυσῆ εἰρη μένων· «Κακώσατε» γὰρ εἶπον «τὰς ψυχὰς ὑμῶν.» Ὁ δὲ ταπεινούμενος οὐ κατεπαίρεται τῶν ταπεινῶν οὐδὲ καταδυναστεύει τῶν ἀδυνάτων. Οὐδ' ἂν κάμψῃς ὡς κλοιὸν τὸν τράχηλόν σου καὶ τοῦ κλοιοῦ τὸ καμπύλον μιμήσῃ καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ' ὣς καλέσετε νηστείαν καὶ ἡμέραν δεκτὴν τῷ κυρίῳ. 6Οὐχὶ τοιαύτη ἡ νηστεία, ἣν ἐγὼ ἐξελεξάμην; λέγει κύριος. Οὐ τὸ ἔξωθέν φησι φαινόμενον σχῆμα ζητῶ· «Θυσία» γὰρ «τῷ θεῷ πνεῦμα συντετριμμένον.» Οὕτως ἐλέγξας τὰ παρανόμως γιγνόμενα τὸ πρακτέον νομοθετεῖ· Ἀλλὰ λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. ∆ιάρρηξον τοὺς τῆς ἀδικίας δεσμούς· ὅσα τῶν συμβολαίων οὐκ ἔχει τὸ δίκαιον ὡς ἐπιζήμια λῦσον. Ἀπόστελλε τεθραυσμένους <ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. Τὸ τεθραυσμένους> «τεθλασμένους» ὁ Σύμμαχος εἴρηκεν. Τουτέστι· τοὺς πενίᾳ συζῶντας ἐλευθέρωσον φροντίδος, δὸς τὴν ἄφεσιν καὶ λῦσον τὴν μέριμναν. 7∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. Τῶν ἀδίκων κερδῶν ἀπαγορεύσας τοὺς πόρους τῶν δικαίως συνειλεγμένων τὴν οἰκονομίαν διδάσκει καὶ λέγει τοῖς μὲν τροφὴν χορηγεῖν τοῖς δὲ στέγης μετα διδόναι τοὺς δὲ περιβάλλειν καὶ μνημονεύειν τῆς φύσεως καὶ τὴν συγγένειαν εἰς νοῦν λαμβ άνειν . 8Τότε |173 b| ῥαγήσεται πρώιμον τὸ φῶς σου. Ποθεινὸν μέν ἐστι τὸ φῶς, ποθεινότερος δὲ ὁ ὄρθρος μετὰ τὴν νύκτα φαινόμενος. Τοῦτο πρώιμον προσηγόρευσε φῶς. Οὕτω γὰρ καὶ ὁ Θεοδοτίων καὶ ὁ Σύμμαχος ἔφασαν· «Τότε ῥαγήσεται ὡς πρωία τὸ φῶς σου», ὁ δὲ Ἀκύλας· «Τότε σχισθήσεται ὡς ὄρθρος φῶς.» Καθάπερ γὰρ ὁ ὄρθρος τὴν ζοφώδη τῆς νυκτὸς διαρρήγνυσιν ἀμπεχόνην, οὕτω φησὶ τὴν νύκτα τῶν συμφορῶν οὗτος ὁ ἔννομός σου διαλύσει βίος καὶ τῆς ἐμῆς σοι προνοίας χορηγήσει τὸ φῶς. Καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ. Ὀξεῖαν γάρ σοι χορηγήσω τὴν ἴασιν. Καὶ προπο ρεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε. Ἔδειξεν ὡς τὰ θεῖα τοῖς ἡμετέροις ἔργοις ἀκολουθεῖ. Τῆς γὰρ ἡμετέρας ἡγουμένης δικαιοσύνης ἕπεται τοῦ θεοῦ τῶν ὅλων ἡ δόξα περιβλέπτους ἡμᾶς ἀποφαίνουσα. 9Τότε βοήσῃ, καὶ ὁ θεὸς εἰσακούσεταί σου. Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι. Μέγας ὁ τῆς δικαιοσύνης μισθός· τὴν γὰρ πρὸς τὸν θεὸν ἡμῖν παρρησίαν χαρίζεται. Τὸ δέ· Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι, οὐ φωνήν τινα σημαίνει ἀλλὰ τὴν διὰ τῶν πραγμάτων ἐνέργειαν· δι' αὐτῶν γάρ φησι μαθήσῃ τῶν πραγμάτων ὅτι πάρεστί σοι ὁ παρακληθεὶς παρὰ σοῦ θεός. Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ 10καὶ δῷς πεινῶντι ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς. Σύνδεσμον τὰς ἀδί κους καλεῖ πλοκάς, χειροτονίαν δὲ τὴν ἄδικον τῶν χειρῶν κίνησιν ἢ ἐπὶ πληγαῖς γιγνομένην ἢ ἐπὶ γράμμασιν. Τὸν δὲ γογγυσμὸν καὶ ὁ μακάριος ἀπαγορεύει Παῦλος· «Πάντα» γάρ φησι «ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν.» Τοῦτο δὲ καὶ ὁ προφητικὸς ἡρμήνευσε λόγος· Ἐὰν δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, τουτέστι μὴ βιαίως μὴ ἀναγκαστικῶς μηδὲ δυσχεραίνων μη δὲ διὰ δόξαν κενὴν ἀλλὰ διὰ τὴν περὶ τὸν πέλας φιλοστοργίαν. Τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου καὶ τὸ σκότος σου ὡς μεσημβρίαν. Μεταβαλῶ γάρ σου τὰς συμφορὰς καὶ ἐν αὐτῷ τῷ ζόφῳ καθαρόν σοι δείξω τὸ φῶς. 11Καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός, καὶ ἐμπλησθήσῃ καθὰ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται. Ἕξεις ἐπίκουρον τὸν θεὸν παρέχοντά σοι τῶν ἀ γα θῶν τὴν μετάληψιν. Ὀστᾶ δὲ τοὺς