1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

149

ἔξω αὐτῆς, φθειρομένων τῶν γαμικῶν δικαίων πρὸς ἀγριοτάτων ἐχθρῶν, καὶ ἰδίαν γῆν ἐν σχοινίῳ καταμετρεῖσθαι, παρόντων τῶν κτητόρων καὶ τὴν βίαν κωλῦσαι μὴ σθενόντων. 5.28 Συνέβη ····μα τοιαῦτα πολυ`̣ τὸ ἀπάνθρωπον ἔχοντα τοῖς οἰκο̣ῦσι τὴν Ἰερουσαλὴμ καὶ τη`̣ν̣ Ἰουδαίαν, ἁλόντων τῶν Ἰουδαίων τοῖς ἔθνεσιν διὰ τὸ ἁ´̣γος ὃ ἀνεδέξαντο κυριοκτονήσαν̣τες. «Φρυαξάντων γὰρ τῶν ἐθνῶν καὶ κενὰ καὶ μάταια τῶν λαῶν μελετησάντων, παραστάντων τε τῶν βασιλέων καὶ τῶν ἀρχόντων ἐπὶ τὸ αὐτὸ συναχθέντων κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, ἐνεγέλασεν αὐτοὺς ὁ Θεὸς καὶ ἐξεμυκτήρισεν, ἐν ὀργῇ λαλήσας κατ' αὐτῶν καὶ ἐν τῷ ἰδίῳ θυμῷ συνταράξας αὐτούς», ὡς τὰ αὐτὰ τὸν Ἀπόστολον γράψαι περὶ τῶν τὸν Κύριον ἀποκτεινάντων καὶ τοὺς προφήτας καὶ ἐκδιωξάντων τοὺς ἀποστόλους· «Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.» 5.29 Εἴρηται καὶ πρότερον ὡς ἰουδαϊκὸς ἱστοριογράφος, Ἰώσιππος ὄνομα αὐτῷ, ἀνέγραψεν ἀληθῶς καὶ κατὰ ἀκρίβειαν τὰς ἐπελθούσας τῷ ἔθνει συμφοράς τε καὶ λιμοὺς καὶ ἄλλας πολὺ τούτων ἀνιαρωτάτας κακοπραγίας, ἃ θεωρῆσαι ἔστιν τὸν φιλόκαλον ἀναγνώσμασιν χαίροντα συντείνουσιν πρὸς φιλομάθειαν καὶ φόβον τοῦ μὴ παθεῖν τὰ αὐτά. 5.30 Καταλοίπους λέγει μὴ ἀποσπωμένους ἔξω τῆς πόλεως ὑπὸ τῶν ὠμῶν τυράννων, οὓς διάγων ὁ Θεὸς ἐν πυρὶ πυροῖ, ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον δοκιμάζει, ὑπὲρ τοῦ γνωσθῆναι τὸ ἐπίδοξον καὶ ἐπίτιμον αὐτῶν. 5.31 Zach. XIV, 3-4: Και`̣ ἐξελεύσεται Κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἰερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ α̣ὐτοῦ πρὸς θάλασσαν, χ̣άος μέγα σφόδρα. 5.32 Ἀσώματος ὢν ὁ Θεός, μᾶλλον δὲ ὑπε̣ρέκεινα πάσης νοερᾶς οὐσίας, ἀνεπίδεκτός ἐστιν τῶν προσ̣όντων τοῖς σώμασιν, χρωμ̣άτων καὶ σχημ̣άτων καὶ μεγεθῶν φημι, ὅθεν ἀόρατος ὑπάρχει. Πᾶσα γὰρ ἀνάγκη τὴν ὁρατὴν οὐσίαν ὑπὸ σχήματα και`̣ μ̣εγέθη, χρώματά τε καὶ τὰ παραπλήσια ὑπάρχειν, ἀλλὰ ἀόρατος ὁ Θεός, ὡς πολλαὶ λέξεις τῶν γραφῶν μαρτυροῦσιν, νοερὰ οὐσία τυγχάνων, οὐδὲ μεταβατικῶς κινεῖται, οὐδ' ἐν τόπῳ τὸ σύνολον ὑπάρχει. 5.33 Ἀρκεῖ ἐπὶ τοῦ παρόντος μαρτυρίας παραλαβεῖν τὰς οὕτως ἐχούσας· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου», καὶ πάλιν· «Τῷ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ Θεῷ.» Ταῖς ἀποστολικαῖς λέξεσιν καὶ αἱ εὐαγγελικαὶ τὸ αὐτὸ δηλοῦσιν· ἥ τε οὕτως ἔχουσα· «Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐξηγήσατο», καὶ πάλιν· «Οὐχ ὅτι τὸν Θεὸν ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός.» 5.34 Ἐπεὶ τοίνυν ταῦτα ὀρθῶς περὶ Θεοῦ λέγεται καὶ φρονεῖται, τὰ σωματικώτερον περὶ αὐτοῦ οἰκονομικῶς ἐν ταῖς θείαις γραφαῖς ἀναγγελλόμενα νοητῶς καὶ θεοπρεπῶς ἐκλημπτέον. 5.35 Ὅνπερ γὰρ τρόπον λέγοντος αὐτοῦ ἐν τῷ προφήτ̣ῃ· «Οὐκ ἠλλοίωμαι», καὶ τῶν θεολόγων ὁμοδόξως λεγόντων, τοῦ μὲν ὑμνῳδοῦ πρὸς τὸν δοξολογούμενον λέγοντος· «Σὺ δὲ ὁ αὐτὸς εἶ», καὶ τό· «Σὺ δὲ διαμενεῖς», τοῦ δὲ Ἰακώβου γράφοντος περὶ τοῦ ἀπαθοῦς καὶ ἀναλλοιώτου· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φωτῶν, παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα», καὶ καθὼς ἐκλαμβάνομεν καὶ διανοούμεθα τὰς περὶ μετανοίας̣ καὶ ὀργῆς αὐτοῦ καὶ τῶν παραπλησίων λέξεις, οὕτω, ἀσ̣ωμάτου ὑπάρχοντος, τὰς περὶ τοῦ ἀναβαίνειν καὶ καταβαίνειν, ἐξιέναι τε καὶ εἰσιέναι φωνὰς ἁρμονίως τῇ περὶ αὐτοῦ νοήσει ἐκδεχόμεθα. Ὅθεν ἐν τῇ ἐκκειμένῃ προφητείᾳ κ̣ειμε´̣νου· «Ἐξελεύσεται Κύριος», οὐ μεταβατικὴν κίνησιν φανταζόμεθα· σωμάτων γὰρ αἱ τοιαῦται κινήσεις. 5.36 Ἐπεὶ τοίνυν μὴ ἁρμόζει περὶ ἀοράτου οὐσίας ὁμολογεῖν ταῦτα, φέρονται δὲ ἐν τοῖς θεοπνεύστοις λογίοις, ἐπιστατέον πῶς εὐσεβῶς αὐτὰ δεῖ