1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

150

νοῆσαι. 5.37 Πηγὴ ἀγαθότητος καὶ «πλήρης χάριτος καὶ ἀληθείας» τυγχάνων, ὁ πάντων αἴτιος συγκαταβαίνων τοῖς οἰκονομουμένοις ὑπ' αὐτοῦ ἔξω πως ἑαυτοῦ γίνεται. Ἀμέλει γοῦν ἐν Εὐαγγελίοις ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν περὶ ἑαυτοῦ φησιν· «Ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλεν.» Τῇ αὐτῇ νοήσει πρὸς αὐτὸν ὁ προφήτης Ἁμβακοὺμ ἀνεφθέγξατο· «Ἐξῆλθας εἰς σωτηρίαν τοῦ λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.» 5.38 Καὶ ὥσπερ ἐξέρχεται καὶ ἥκει πρὸς τοὺς σῳζομένους, οὕτω πολλῷ μᾶλλον ὅτε ὀργίζεται ἢ πολεμεῖ. Ἐν μὲν γὰρ τῷ Μιχαίᾳ γέγραπται· «Ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ οἴκου αὐτοῦ, καὶ ἔσται ἐν ἡμῖν εἰς μαρτύριον καὶ καταβήσεται», καὶ ἐν Ἠσαΐᾳ· «Κύριος τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, καὶ ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.» 5.39 Θεοπρεπῶς τούτων θεωρουμένων, ἐξέρχεσθαι Θεὸς λέγεται «ἐπὶ τὰ ἔθνη, ἵνα παρατάξηται ἐπ' αὐτῶν ὡς ἐν ἡμέρᾳ πολέμου» ὅτε «καὶ στήσονται οἱ πόδες αὐτοῦ εἰς τὸ τῶν ἐλαιῶν ὄρος τὸ κατ' ἀνατολάς»· ποῦ γὰρ δεῖ στῆναι τοὺς πόδας αὐτοῦ οὐκέτι κινουμένου ἀγανακτητικῶς κατὰ τὸν̣ ἤδη πρότερον εἰρημένον· «Καὶ Κύριος σαλπιεῖ καὶ πορεύσεται ἐν ἀπειλῇ ὀργῆς αὐτοῦ»; Τούτῳ τῷ τρόπῳ παραβὰς ὁ Ἀδὰμ ἤκουσεν τὴν φωνὴν τῶν ποδῶν τοῦ Θεοῦ τὸ δειλινόν, αἴσθησιν λ̣αβὼν ἐγκαταλιπόντος καὶ βαδίσαντος ἀπ' αὐτοῦ τοῦ συ̣νόντος πρότερον καὶ συνομιλοῦντος. 5.40 Ταύτῃ τῇ διανοίᾳ εἶπεν ὁ Σωτὴρ ἐν τῷ Εὐαγγελίῳ τοῖς ἔξω τῆς ἀληθείας γεν̣αμένοις Ἰουδαίοις· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν», καὶ πρότερον ἐν τῷ προφήτῃ· «Ἐγκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου», καὶ τὰ ἑξῆς. Πλὴν εἰ καὶ ἔξω γέγονεν τῶν δι' ἀσέβειαν ἐγκαταλειφθέντων, ἀλλ' οὖν ἀκραδάντως ἵστανται οἱ πόδες αὐτοῦ εἰς τὸ ὄρος ἔνθα φυτεία ἐστὶν καρπὸν φέρουσα σωστικὸν καὶ φυλακτικὸν τοῦ θείου φωτὸς καὶ λύοντα νόσους καὶ πόνους. Ἵστανται δὲ οὐκ ἐν ταπεινῇ φυτείᾳ, ἀλλ' ἐν ὕψει καὶ ὄρει μενούσῃ, ἐξ ἀνατολῶν τοῦ θείου φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης. 5.41 Τί δὲ ὑπῆρκται, στάντων τῶν ποδῶν τοῦ Κυρίου πρὸς ἀνατολὰς τοῦ ὄρους τῶν ἐλαιῶν, ἢ διαιρεθῆναι τὴν θείαν φυτείαν, ἵνα τὸ μὲν αὐτῆς πρὸς ταῖς ἀνατολαῖς τὰς ῥίζας βαλὸν διαμείνῃ, τοῦ λοιποῦ εἰς θάλασσαν μεταβάντος, ἔνθα χάος ἐστὶν σφόδρα. Καὶ ἐπεὶ ἔστιν ἐν τῇ γραφῇ ἐπαινετὰς ἐλαίας εὑρεῖν καὶ ψεγομένας εἰς ταὐτὸν συναγομένας, ἰδῶμεν ποῖαι τούτων ἐν τῷ φωτὶ καὶ τῇ ἀνατολῇ κατάκεινται καὶ ποῖαι εἰς τὴν θάλασσαν ἀπέκλιναν. 5.42 Ὁ ἅγιος ὑμνῳδὸς κελαδῶν περὶ ἑαυτοῦ ἀπαγγέλλει· «Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.» Περὶ δὲ τοῦ εὐλάβειαν κατορθώσαντος, ἐν μιᾷ ᾠδῇ τῶν ἀναβαθμῶν φέρεται· «Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλὴμ καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.» 5.43 Οὐδεὶς τῶν ἐντυγχανόντων γνησίως τῇ ᾠδῇ ταύτῃ οὕτως βραδὺς καὶ εὐήθης ὑπάρχει ὡς νομίσαι ὅτι πάντα ταῦτα τὰ ἐπηγγελμένα παντὶ εὐλαβεῖ πρόσεστιν, πολλῶν κεκτημένων φόβον Θεοῦ τελειοῦντα τὸν ἔχοντα, κατὰ τὸ γεγραμμένον· «Οὐκ ἔστιν στέρημα τοῖς φοβουμένοις αὐτόν», δῆλον δ' ὅτι τὸν Θεόν, οὐδαμῶς τὰ αἰσθητὰ ἐσχηκότων. 5.44 Ἠλίας γοῦν, ὁ μέγας προφήτης, καὶ Ἐλισαῖε, ὁ μαθητὴς αὐτοῦ, καί, τί λέγω, ὁ βαπτιστὴς Ἰωάννης «οὗ μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν» γέγονεν, οὐδὲν τῶν ἐξηριθμημένων αἰσθητῶς ἔσχον, οὐδαμῶς συνοικήσαντες γυναιξίν, οὐκ αἰσθητὰ τέκνα ἐσχηκότες, ἀλλ' εἰ καὶ τῶν αἰσθητῶν τούτων οὐδαμῶς μετέσχον, ἀλλά γε κατὰ ἀναγωγὴν καὶ υἱοὺς καὶ υἱωνοὺς ἔσχον, εὐλογηθέντες ὑπὸ τοῦ Θεοῦ ἐν τῇ Σιὼν καὶ ἑωρακότες τὰ ἀγαθὰ τῆς ἀληθινῆς Ἰερουσαλήμ, προσεληλυθότες τῷ τῆς Σιὼν ὄρει καὶ τῇ