150
ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. ∆ιὰ πάντων τὰ κατὰ τοῦ σωτῆρος τυρευθέντα προλέγει. Τοῖς γὰρ χείλεσιν ἐμελέτησαν τὸν ἄδικον φόνον -»συμβούλιον» γάρ φησιν «ἔλαβον, ὅπως αὐτὸν ἀπολέ σωσιν»-, ταῖς δὲ χερσὶ συνεπέραναν τὴν βουλήν- συλλαβόντες γὰρ αὐτὸν παρέδωκαν τῷ Πιλάτῳ. 4Οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι χρίσις ἀληθινή, πεποί θασιν ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά. Ἔρημοι καὶ δικαιοσύ νης καὶ ἀληθείας εἰσὶ καὶ θρασύτητι μόνῃ θαρροῦσι καὶ ματαίοις πρὸς ἀλλήλους κέχρηνται λόγοις. Ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν. Κύησιν καλεῖ τοὺς λογισμούς, τόκον δὲ τὴν πρᾶξιν. Παράνομά φησι λογίζονται καὶ παρανόμως σπουδάζουσιν ἃ παρανόμως λογίζονται. Ἔνια μέντοι τῶν ἀντιγράφων οὕτως ἔχει· «Ὅτι κύουσι πόνον καὶ τίκτουσι μάταια.» Κακὰ γὰρ βουλευόμενοι σοὶ ἑαυτοῖς τεκταίνουσιν ὄλεθρον, οὐκ ἀδι κοῦσι τὸν ἐπιβουλευόμενον. 5Ὠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν. Τῇ εἰρημένῃ ἐκδόσει καὶ ταῦτα συμ β αίνει· ᾠοῖς γὰρ ἀσπίδων ἀπεικάζει τοὺς λογισμούς, ἱστῷ δὲ ἀράχνης τῆς κα κίας τὸ ἀ σθενές . Καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν ἐσθίειν συν τρίψας οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκος. Ὁ γὰρ δεσπό της Χριστός, ᾧ τὴν θηριώδη ταύτην ἐπιβουλὴν ἀπεκύησαν, ἀνεμιαῖον εὗρε καὶ οὔριον τὸ ᾠόν· βλάβην γὰρ ἐκεῖθεν οὐδεμίαν ἐδέξατο. ∆ῆλος δὲ ὅμως ὁ τῶν ἐπιβουλευόντων σκοπός· κατὰ γὰρ τὴν ἐκείνων γνώμην |174 b| ὅτι πικρότατον θηρίον ὁ βασιλίσκος ἐκ τῶν ᾠῶν ἐξῄει, ἡ δὲ τοῦ ἐπιβουλευομένου δύναμις καὶ τὸ ᾠὸν συνέτριψε καὶ οὔριον ἔδειξεν. Τοῦτο καὶ διὰ τῶν ἑξῆς δηλοῖ· 6Ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Καθάπερ γὰρ τὰ ἀραχναῖα ὑφάσματα τὰ μὲν σμικρότατα θηρεύει ζῳύφια, ὑπὸ δὲ τῶν μειζόνων διασπᾶται ῥᾳδίως, οὕτως καὶ τὰ τούτων μηχανήματα ὁ ὑπ' αὐτῶν ἐπιβουλευθεὶς εὐπετῶς μάλα διέσπασεν. Τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας, καὶ ἔργον ἄδικον ἐν χερσὶν αὐτῶν. 7Οἱ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι ταχινοὶ ἐκχέαι αἷμα ἀναίτιον, καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 8καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν, οὐκ ἔστι κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι ἃς διοδεύουσι, καὶ οὐκ οἴδασιν εἰρήνην. ∆ιὰ πάντων φησὶ παρα νομοῦσι τῶν μορίων τοῦ σώματος, διὰ τῶν χειρῶν, διὰ τῶν ποδῶν, διὰ τῆς γλώττης· ὁ δὲ λογισμὸς πρὸ τούτων παρανομεῖ, ἐξέπεσε γὰρ εἰς ἀφροσύνην, ὅθεν οὐδὲ τὴν εἰρήνην παραγενομένην ἐπέγνω. 9∆ιὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ' αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη. Ἔρημοι γὰρ τῆς θείας κηδε μονίας ἐγένοντο. Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Εὐημε ρίαν φησὶ προσμείναντες παρεδόθησαν δυσπραξίᾳ· φῶς γὰρ ἐνταῦθα τὴν εὐημερίαν καλεῖ, τὴν δὲ δυσκληρίαν σκότος ὀνομάζει. 10Ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσιν. Τούτοις καὶ τὰ πράγματα μαρτυρεῖ· ἀναγινώσκοντες γὰρ τὴν θείαν γραφὴν οὐχ ὁρῶσι τὴν ταύτης ἀλήθειαν καὶ τυφλοῖς ἐοίκασι ψηλαφῶσι μὲν τοῖχον οὐχ ὁρῶσι δὲ τοῦτον. Πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ. Τοῦτο πάν των ἀνιαρότατον· τοῦ γὰρ ἡλίου τῆς δικαιοσύνης πᾶσαν τὴν οἰκουμένην φωτίσαντος αὐτοὶ προςπταίουσι καὶ καταπίπτουσιν ὡς ἐν μέσῃ νυκτί. Ὡς ἀποθνῄσκοντες στενάζουσιν. Οὕτως ἀνιαρὸν διαπορε ύσονται βίον ὡς καὶ τὴν ζωὴν αὐτῶν θανάτῳ προσεοικέναι. 11Ὡς ἄρκος καὶ ὡσεὶ περιστερὰ ἅμα πορεύσονται, τοῦ μὲν θηρίου τὸ ὠμοβόρον μιμούμενοι, τῆς δὲ περιστερᾶς τὴν ἀδολεσχίαν ἐν τοῖς θρήνοις δεικνύντες. ∆ιδάσκει δὲ ὁ λόγος καὶ ὃ καθ' ἡμῶν ἔχουσι μῖσος καὶ ἣν περίκεινται ὀδύνην τὰ οἰκεῖα θεωροῦντες κακά. Εἶτα εἰς ἐξομολόγησιν αὐτοὺς καὶ μεταμέλειαν ὁ φιλάν θρωπος ἐκκαλούμενος διὰ τῆς προφητικῆς γλώττης τὸν τῆς ἐξομολογήσεως ὑποδείκνυσι τρόπον· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν· σωτηρία μακρὰν ἀφέστηκεν ἀφ' ἡμῶν. Ἠλπίσαμέν φησι τῆς σῆς ἀπολαύσασθαι προμηθείας καὶ τῆς ἐλπίδος