1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

151

Ἰερουσαλὴμ τῇ ἐπουρανίῳ οὔσῃ πόλει τοῦ ζῶντος Θεοῦ. 5.45 Αἱ οὕτως ἀποδοθεῖσαι ἐλαῖαι καὶ τὰ νεόφυτα αὐτῶν ἐν τῷ ὄρει τῶν ἐλαιῶν πρὸς τῇ ἀνατολῇ τὴν φυτείαν ἔχουσιν, μεταφυτευθησόμεναι εἰς τὸν παράδεισον ὃν ὁ Θεὸς ἐφύτευσεν ἐν Ἐδὲμ κατὰ ἀνατολάς. Καὶ οὐ παράδοξον τὸ ἀπαγγελλόμενον· εἰ γὰρ ὁ μετανοήσας λῃστής, ὁμολογήσας βασιλέα τὸν Σωτῆρα, ἤκουσεν ὑπ' αὐτοῦ· «Σήμερον ἔσῃ μετά μου ἐν τῷ παραδείσῳ», πῶς οὐ πολλῷ πλέον δέξονται τὴν τοιαύτην ὑπόσχεσιν οἱ τὸν πάντα βίον αὐτῶν ἢ τὸν πλείονα οὕτω πολιτευσάμενοι, ὡς φάναι μετὰ παρρησίας· «Ἡμῶν γὰρ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· «Ἐπὶ γῆς στενάζοντες τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχομεν.» 5.46 Εἰς τὴν μακαρίαν ταύτην πρὸς ἀναγωγὴν φυτείαν τακτέον καὶ τὴν ἐγκεντρισθεῖσαν ἀγριελαίαν̣ εἰς τὴν ἁγίαν ῥίζαν καὶ πιότητα ἐπὶ τὸ καλλ̣ιέλαιον γενέσθαι, ὡς τὴν αὐτὴν παρρησίαν τῷ ὑμνῳδῷ ····σαμένην φάναι· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ», τῶν ἐκκλασθέντων κλάδων δι' ἀπιστίαν, οὗτοι δ' εἰσὶν οἱ Ἰουδαῖοι οἱ κυριοκτονήσαντες, εἰς τὴν θάλατταν εὑρισκομένων, δηλαδὴ τῷ κλύδωνι καὶ ἁλμυρίδι τῶν τοῦ κόσμου πραγμάτων, ἔνθα σφόδρα χάος ἐστίν. 5.47 Συνῳδὰ τῷ Ἀποστόλῳ καὶ ἐν Ἰερεμίᾳ περὶ τῶν ἐκκλασθέντων κλάδων ὁ Θεὸς ἀποτεινόμενος πρὸς τὴν ἐκ περιτομῆς συναγωγήν φησιν· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα; Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσιν τὴν κακίαν ἀπὸ σοῦ, ἢ ἐν τούτοις διαφεύξει;» Ἐλέγξαντος τοῦ τὸ κρυπτὸν ὁρῶντος τὴν ἐν τῷ οἴκῳ αὐτοῦ ποιήσασαν βδέλυγμα, ὁ θεῖος λόγος λέγει πρὸς αὐτήν· «Ἐλαίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν Κύριος τὸ ὄνομά σου· ἠχρεώθησαν οἱ κλάδοι σου.» Πῶς γὰρ οὐκ ἀχρεῖοι κλάδοι γεγένηνται οἱ ἐκκλασθέντες τῇ ἑαυτῶν ἀπιστίᾳ, μάλιστα μεταβεβηκότες εἰς τὴν τοῦ βίου ζάλην, ἐν ᾗ τρικυμίαι καὶ πλῆθος ἁλμυρῶν καὶ πικρῶν ὑδάτων. 5.48 Πρὸς τῷ εἰς τὴν θάλατταν γεγονέναι τοὺς ἀπιστήσαντας κλάδους, καὶ σφοδροτάτῳ χάει κατεσπάσθησαν. Περὶ ταύτης τῆς βλαβείσης παρ' ἑαυτὴν πόλεως λέγεται-τῆς ἰουδαϊκῆς φημι- καὶ ἐν ἑτέρῳ προφήτῃ, Μιχαίας δ' ἐστὶν οὗτος, ὑπὸ τοῦ Θεοῦ· «Κατασπάσω εἰς χάος τοὺς λίθους αὐτ̣ῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω.» 5.49 Τ̣ούτων τ̣ῶν σκυθρωπῶν ἐπελθόντων τῇ ἀθλίᾳ τῶν Ἰουδαίων συναγωγῇ, σπουδαστέον ἡμ̣ῖν ἔστω τοῖς πιστεύσασι τῷ Σωτῆρι ἐλαία κατάκαρπος γενέσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ καὶ πρὸς ἀνατολὴν ἐν τῷ ὄρει τῶν ἐλαιῶν, ἵνα καὶ εἰς τὸν θεῖον παράδεισον χάριτι Θεοῦ μετατεθῶμεν, μιμηταὶ γινόμενοι τοῦ Χριστοῦ, περὶ οὗ γέγραπται· «Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ.» 5.50 Zach. XIV, 4-5: Καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βορρᾶν̣ καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον. Καὶ ἐμφραχθήσεται φάραγξ ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ἀσαὴλ καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα. 5.51 Τὸ ἥμισυ, φησίν, τοῦ ὄρους-τῶν ἐλαιῶν δηλονότι- κλιθήσεται πρὸς βορρᾶν τοῦ ἀποκλίνοντος εἰς τὴν θάλασσαν καὶ τὸ χάος, τοῦ λοιποῦ ἡμίσεως πρὸς τὸν νότον φθάσαντος. 5.52 Τίς ὁ βορρᾶς καὶ ὁ νότος, ἐκ τοῦ Ἄισματος τῶν Ἀισμάτων ἔστι μαθεῖν, τῆς νυμφοστοληθείσης Ἐκκλησίας τῷ ἑαυτῆς νυμφίῳ λεγούσης· «Ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου καὶ ῥευσάτωσαν ἀρώματά μου.» 5.53 Βορέας ἐν τούτοις ἡ πονηρὰ δύναμις, μᾶλλον δὲ αὐτὸς ὁ Σατανᾶς, νότος δ' ὁ Σωτὴρ αὐτὸς ὢν ὁ νυμφίος προσαγορεύεται. Ἐπεὶ τοίνυν, παρόντος τοῦ ἀποδοθέντος βορέα ψυχροτάτου ὄντος, ἡ ῥοὴ τῶν θείων ἀρωμάτων κωλύεται, μυο´̣ντων τῶν πόρων διὰ τὸ πεπυκνῶσθαι ἐκ τῆς ψυχρότητος τοῦ βορέα καὶ σκληροῦ τυγχάνοντος, ἐλαύνει τοῦτον ἀφ' ἑαυτῆς ἡ νύμφη καὶ τὸν νότον προσκαλεῖται, ἵνα, τῇ θέρμῃ αὐτοῦ ἀραιωθέντων τῶν νοητῶν πόρων, ῥεύσῃ τὰ ἀρώματα περὶ ὧν εἴρηται πρὸς τὸν νυμφίον πρὸς τῆς πνευματικῆς συζύγου· «Ὀσμ̣ὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα.» Θέρμην ἔχειν καὶ ὀσφραντικὸν εἶπον τὸν