1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

151

διημαρτήκαμεν. Καὶ τὴν αἰτίαν διδάσκει· 12Πολλὴ γὰρ ἡμῶν <ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν. Οὐ σὺ ἡμῶν> ἠμέλησας, ἀλλ' ὁ παράνομος ἡμῶν βίος τῆς σῆς ἡμᾶς ἐπιμελείας ἐστέρησεν. Αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν, 13ἠσεβήσαμεν καὶ ἐψευσάμεθα ἐν κυρίῳ καὶ ἀπέστημεν ἀπ' ὄπισθεν τοῦ θεοῦ ἡμῶν, ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους 14καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν. Ταῦτα δὲ ὁ προφη τικὸς διεξέρχεται λόγος, τοὺς ὠφελεῖσθαι βουλομένους πα ρακαλῶν τούτοις τοῖς λόγοις τὸν δεσπότην ἱλεοῦσθαι ὅτι ἴσμεν ἡμῶν τὰ πλημμελήματα, ἔγνωμεν τὴν ἀσέβειαν, ἐψευσάμεθά σε τὸν δεσπότην ὑποσχόμενοι μὲν φυλάττειν σου τοὺς νόμους, τούτους δὲ παραβάντες, ἀντιλέγοντές σοι διετελέσαμεν, ἄδικα φθεγγόμενοι, ἄδικα λογι ζό μενοι, τὴν σὴν οὐ δειμαίνοντες κρίσιν, πόρρω τῆς δικαιοσύνης γινόμενοι. Εἶτα μετα βάλλει τοῦ λόγου τὸ σχῆμα καὶ τούτων αὐτῶν τὴν κατηγορίαν ποιεῖται· |175 a| Ὅτι καταναλώθη ἐν ταῖς ὁδοῖς ἡ ἀλήθεια. Φροῦδός φησιν ἐγένετο, τοῦ ψεύδους αὐτὴν κατακρύψαντος. Καὶ δι' εὐθείας οὐκ ἠδύναντο ἐλθεῖν. Τὴν γὰρ ἐναντίαν ὁδεύοντες διετέλεσαν. 15Καὶ ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι. Ἔδειξε πῶς ὑπεχώρησεν ἡ ἀλήθεια · συνιδεῖν γάρ φησι τὸ δέον οὐκ ἠβουλήθησαν ἀλλὰ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι τὸ πρακτ έον τε καὶ συμφέρον. Ἐγένετο ἡ ἀλήθεια ἐπιλεί πουσα, καὶ ὁ ἐκκλίνων ἀπὸ κακοῦ πολιορκούμενος. Οὕ τω γὰρ πόρρω τῆς ἀληθείας ἐγένοντο ὡς προφανῶς πολεμεῖν τοῖς ἀποστρεφομένοις τὴν πονη ρίαν καὶ τὰ ἀγαθὰ αἱρου μένοις. Καὶ εἶδε κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις, 16Καὶ εἶδε, καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησε, καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος. Ἀπαρέσκει γὰρ τῷ δικαίῳ κριτῇ τὰ ἄδικα ἔργα οὐδὲ ἄνδρας καλεῖ τοὺς τούτων ἐργάτας· «ἄνθρωπος» γὰρ «ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.» Καὶ ἠμύνατο αὐτοὺς ἐν τῷ βραχίονι αὐτοῦ καὶ ἐν τῇ ἐλεημοσύνῃ αὐτοῦ ἐστηρίσατο. Ἀντὶ τῆς ἐλεημοσύνης οἱ Τρεῖς Ἑρμηνευταὶ «τὴν δικαιοσύνην» τεθείκασιν· δικαίαν αὐτο ῖς φησι τιμωρίαν ἐπήγαγεν. Βραχίονα δὲ τὴν ἐνέργειαν ὀνομάζει. Καὶ ἡ ἐλεημοσύνη δὲ τὸ χρήσιμον τῆς παιδείας διδάσκει· ἐπ' ὠφελείᾳ γὰρ ὁ τῶν ὅλων παιδεύει θεός. 17Καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ζήλου 18ὡς ἀνταποδώσων ἀνταπόδοσιν, ὄνειδος τοῖς ὑπεναντίοις αὐτοῦ, ἄμυναν τοῖς ἐχθροῖς αὐτοῦ. Ὑπέδειξεν ἡμῖν ὁ προφητικὸς λόγος οἷόν τινα στρατηγὸν κατὰ πολεμίων καθωπλιςμένον τὸν τῶν ὅλων θεόν. Τὸ δὲ εἶδος τῶν ὅπλων πνευματικῶς νοεῖν παρασκευάζει τὰ τροπικῶς εἰρημένα· τὸν θώρακα οὐκ ἐκ σιδήρου ἀλλ' ἐκ δικαιοσύνης πεποιημένον ἔδειξε καὶ τὴν περικεφαλαίαν ὡςαύτως σωτηρίαν ἐκάλεσε καὶ τὸ ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ζήλου, ἀντὶ τοῦ· δικαίως καὶ ἐπὶ σωτηρίᾳ τὴν τιμωρίαν ἐπάξει. Σωτήριος γὰρ αὐτοῦ καὶ ἡ κόλασις· πλειόνων γὰρ ἁμαρτημάτων τοὺς ἀναιρουμένους ἐλευθεροῖ. Εἶτα μετὰ ἀστερίσκων πρόσκειται· Ταῖς νήσοις ἀπόδομα ἀποτίσει. Τοὺς γὰρ Ἰουδαίους κο λάζων τοῖς ἔθνεσι λοιπὸν τὴν ἐπηγγελμένην εὐλογίαν προσοίσει καὶ ἀποτίσει ὅπερ τοῖς πατρι άρχαις ὑπέσχετο, ὑπέσχετο δὲ ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη. Τοῦτο δὲ καὶ τὰ ἑξῆς σημαίνει· 19Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὸ ὄνομα αὐτοῦ τὸ ἔνδο ξον. Πᾶσαν δεδήλωκε τὴν ὑφ' ἡλίῳ διὰ τῶν ἀνατολῶν καὶ δυσμῶν. ∆ιὰ τούτου δὲ τῶν ἐθνῶν ἁπάντων τὴν θεογνωσίαν θεσπίζει. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ κυρίου, ἥξει μετὰ θυμοῦ. Ὁρῶντες γὰρ οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωποι, οἵας ἔδοσαν Ἰουδαῖοι δίκας ὑπὲρ ὧν κατὰ τοῦ σωτῆρος ἐτόλμησαν, προσκυνήσουσιν εἰκότως τὸν τὴν θείαν ἐπιδείξαντα δύναμιν. Εἶτα διδάσκει τίνος χάριν ἐπήγαγε τὴν ὀργὴν Ἰουδαίοις· 20Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ