1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

152

νότον, μαθὼν ὅτι ····· ὑπάρχει καὶ πῦρ ἦλθεν βαλεῖν ἐπὶ τὴν γῆν, ὡς αὐτὸς ἀπήγγ̣ει̣λε φήσας· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν καὶ εἴθε ἤδη ἀνήφθη.» 5.54 Λεκτέον τό· «Ἐξεγείρου, β̣ορρᾶ», οὐ φωνῇ μόνῃ ἀλλὰ πραγματικῶς, ἵν' ἐκπεμφθῇ μακράν. Πράγμασιν δὲ λέγει· «Ἐξεγείρου, βορρᾶ», ἡ πιστὴ ψυχὴ τῷ λέγοντι διδασκάλῳ· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν», καὶ τῷ γράψ̣αντι Ἀποστόλῳ πρὸς ὅλην Ἐκκλησίαν· «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε», τῆς ἀποχῆς παντὸς εἴδους πονηροῦ καὶ τῆς ἀπὸ τοῦ κακοῦ ἐκκλίσεως ἐλαυνούσης τὸν βορέαν, προτρεπομένης ἐλθεῖν τὸν νότον διὰ τοῦ συνεγγίσαι αὐτῷ εὐσεβεῖ πίστει καὶ ἠθικῇ ἀρετῇ. Οὕτω γὰρ καθαρθεῖσιν τοῖς οὕτως ἀρεσκευομένοις ἔρχεται ὁ τῶν πάντων ἀγαθῶν χορηγός, ὡς ἔγραψεν ὁ θεολόγος Ἰάκωβος· «Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν.» 5.55 Ἡ πόθον τῆς παρουσίας αὐτοῦ ἔχουσα, παραπλήσιον τῷ· «Ἔρχου, νότε», ἐν αὐτῷ τῷ ἐπιθαλαμίῳ δράματι φάσκει· «Ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν.» Ἰσοδυναμεῖ τῷ· «Ἐξεγείρου, βορρᾶ, καὶ ἔρχου, νότε», τό· «Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν, ἀντίστητε τῷ διαβόλῳ καὶ φεύξεται ἀφ' ὑμῶν», παντὸς καὶ μόνου τοῦ ἀνθισταμένου τῷ διαβόλῳ λέγοντος αὐτῷ· «Ἐξεγείρου, βορρᾶ», καὶ τοῦ ἐγγίζοντος τῷ Θεῷ παρακαλοῦντος ἥκειν πρὸς αὐτὸν τὸν νότον, τὸν Θεὸν Λόγον, περὶ οὗ ἐν τῇ ᾠδῇ τοῦ προφήτου Ἁμβακοὺμ κατά τινα τῶν ἑρμηνευτῶν φέρεται ἀντὶ τοῦ· «Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει», «Ὁ Θεὸς ἐκ τοῦ νότου ἥξει», ἐρχομένου τοῦ Πατρὸς ἐκ τοῦ νότου τοῦ νυμφίου, κ̣ατὰ τὸ ὑπ' αὐτοῦ ἐν τῷ Εὐαγγελίῳ λεχθέν· «Ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.» Ὅνπερ γὰρ τρόπον ὁ ὁρῶν αὐτὸν ὁρᾷ τὸν Πατέρα, οὕτως ὁ δεχόμενος αὐτὸν δέχεται τὸν ἐν αὐτῷ μένοντα Πατέρα ἐν ᾧ ἐστιν τὸ Μονογενὲς αὐτοῦ ······α̣. 5.56 Τί ἔσται κλίναντος πρὸς τὸν βορρᾶν καὶ τὸν νότον τοῦ σαφηνισθέντος ὄρους τῶν ἐλαιῶν, ἢ τὸ ἐμφραχθῆναι τὴν φάραγγα τῶν ὀρέων τοῦ Θεοῦ καὶ ἐγκολληθῆναι ἕως Ἀσαήλ. Οὐκ ἄλλως δὲ νοηθείη ἡ φάραγξ καὶ ἡ ἐγκόλλησις ἢ γνωσθέντος τίνα τὰ ὄρη̣ τοῦ Θεοῦ. 5.57 Ὄρη αὐτοῦ κατὰ ἀπόδοσιν μίαν λεχθεῖεν οἱ προφῆται διὰ προσ̣ὸν αὐτοῖς ὕψος οὐ μόνον γνώσεως καὶ σοφίας ἀλλὰ καὶ διάρματ̣ος πρακτικοῦ βίου. Περὶ τούτων γὰρ πρὸς τὸν τῶν ὅλων γενεσιάρχην ἀνεφθέγξατο ὁ ὑμνῳδός· «Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.» Πῶς γὰρ οὐκ αἰώνια ὄρη ἀφ' ὧν θαυμαστῶς φωτίζει Θεὸς τὴν γνῶσιν τῆς ἀληθείας καὶ ἁπαξαπλῶς τὴν περὶ τῆς Τριάδος καταλάμπων, οἱ τὰ μὴ βλεπόμενα αἰώνια ὄντα σκοποῦντες κατὰ τὴν ἀποστολικὴν προτροπήν; 5.58 Τούτων τῶν ὀρῶν φάραγξ ἐστὶν τὸ βάθος τῆς ἀσαφείας τῶν μετ' αἰνιγμοῦ εἰρημένων, ἥνπερ ἐνέφραξεν ὁ ἐληλυθὼς πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, ὁμαλίσας τῇ ἑαυτοῦ διδασκαλίᾳ καὶ παρουσίᾳ τὸ τραχὺ καὶ ἀνώμαλον ἔδαφος τῶν μετ' ἐπικρύψεως λελαλημένων, ἵν' εὐδιάβατον ἐκ τῆς λειότητος ὀφθῇ. 5.59 Τούτου γεγενημένου, ἐνεκολλήθη διὰ τῆς φανείσης συμφωνίας ἡ φάραγξ τῶν ὀρῶν ἕως τοῦ Ἀσαήλ, τοῦ διὰ ταχύτητα ποδωκείας «κούφου τοῖς ποσὶν» εἰρημένου κατὰ τὴν ὀξὺ καθορῶσαν δορκάδα· διορατικὸν γὰρ τὸ ζῷον τοῦτο ὡς αὐτὴ ἡ προσηγορία δηλοῖ ἀπὸ τοῦ δέρκειν εἰρημένη. ∆ιὸ ἕως Ἀσαὴλ ἡ προσκόλλησις τῶν ὀρῶν ἔσται, γινωσκομένη τοῖς διορατικοῖς. 5.60 Τῷ αὐτῷ δὲ τρ̣όπῳ ἡ ἔμφραξις τῶν ὀρῶν γέγονεν ὡς ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ὑπάρξαντος ἐν ταῖς ἡμέραις Ὀζίου, τοῦ βασιλέως Ἰούδα. Σεισμὸν̣ αἰσθητὸν οὐδαμῶς̣ ηὑρήκαμεν γενόμενον, βασιλεύοντος Ὀζίου, οὐδὲ ἐν ταῖς Βασιλείαις, οὐδὲ ἐν ταῖς Παραλειπομέναις· ὅθεν κατ' ἀναγωγὴν ἐκλημπτέον τὰ περὶ αὐτοῦ γεγραμμένα. 5.61 Καὶ ὅρα μὴ κλόνος γέγονε̣ν̣ ἐπὶ Ὀζίου ἐπισπᾶσαι εἰς ἑαυτὸν θέλοντος τὴν ἱερωσύνην. Ε̣ἰσελθὼν γὰρ εἰς τὸν τοῦ Θεοῦ ναόν, πλησιάσας τε τῷ ἁγίῳ θυσιαστηρίῳ, δι' ἑαυτοῦ καὶ οὐ διὰ τῶν ἱερέων ἐπιχειρεῖ θύειν. Τὴν παρ' ὁρισμὸν ταύτην τόλμαν ἐρρωμενέστατα̣ συγχῶν ὁ κατ' ἐφημερίαν ἱερεύς,