1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

152

ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ, εἶπε κύριος. Πρὸς αὐτοὺς γὰρ πρώτους ὁ σωτὴρ παρεγένετο καὶ πρῶτον αὐτῶν ἐβουλήθη τὴν ἀσέβειαν λῦσαι. Τοῦτο δὲ καὶ αὐτὸς ἔλεγεν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ μέντοι καὶ τοὺς ἀποστόλο υς πρὸς αὐτοὺς ἀπέστειλε πρώτους, ἔφη γὰρ πρὸς αὐτούς· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ.» 21Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, λέγει κύριος. Ταῦτα ἐπηγγειλά μην τε αὐτοῖς καὶ πεπλήρωκα. Τὸ πνεῦμα τὸ ἐμὸν ὅ ἐστιν ἐπὶ σοὶ καὶ τὰ ῥήματα ἃ δέδωκα εἰς τὸ στόμα σου <οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου> καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπε κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Στόμα μὲν ἐνταῦθα τὸ ἀποστολικὸν καλεῖ, σπέρμα δὲ ἀποστόλων τῆς ἐκ<είνων> διδασκαλίας τοὺς διδασκ άλους. Ὑπι σχνεῖται τοίνυν τὴν χάριν τοῦ πνεύματος τοῖς εἰς αὐτὸν πεπιστ ευκόσι ............... .... |175 b| ........ μέχ ρι τῆς τοῦ παρόντος αἰῶνος συντελείας τοῖς θείοις λόγοις ἐπεντρυφᾶν. Ταύτης τοίνυν τῆς χάριτο ς καὶ ἡμεῖς ἀπολαύοντες τὸν ταύτης χορηγὸν ἀνυμνήσωμεν ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 19 ΤΟΜΟΣ ΙΘʹ 601Φωτίζου φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Θαυμαζόντων ποτὲ τῶν ἱερῶν ἀποστόλων τῶν τοῦ ναοῦ λίθων τὸ μέ γεθος εἶπεν ὁ κύριος· «Οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.» Ἐρομένων πάλιν ἐκείνων· «Πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας;» Τὰ δύο κατὰ ταὐτὸν ὁ δεσπότης διδάσκει, οὐ κατὰ δι αίρεσι ν λέγων ἀλλ' ἀμφότερα προλέγων ὁμοῦ, τά τε περὶ τῆς Ἰουδαϊκῆς τά τε περὶ τῆς καθόλου πολιτείας. ∆ια κρίνουσι δὲ ὅμως οἱ ν<ο>ῦν ἔχοντες καὶ γινώσκουσι, τίνα μὲν ἁρμόττει τῷ τέλει τῆς Ἰουδαίων λ ατρείας, τίνα δὲ τῇ συντελείᾳ τοῦ κόσμου. Οὕτω κἀνταῦθα τρεῖς ἔχει κατὰ ταὐτὸν ὑποθέσεις ἡ πρόρρησις· προθεσπίζει γὰρ ὡς μὲν ἐν σκιογραφίᾳ τὴν ἐπὶ Κύρου καὶ ∆αρείου γεγενημένην τῆς Ἱερουσαλὴμ οἰκοδομίαν· ὡς ἐν εἰκόνι δὲ ἐκ πλειόνων γεγραμμένῃ χρωμάτων καὶ τῆς ἀληθείας ἀκριβεστέρους δείκνυσι τοὺς τύπους, τὴν τῆς ἁγίας ἐκκλησίας λαμπρότητα· προδηλοῖ δὲ ὅμως καὶ αὐτὸ τὸ τῆς εἰκόνος ἀρ χέτυπον, τοῦτο δέ ἐστιν ὁ μέλλων βίος καὶ ἡ ἐν οὐρανοῖς πολιτεία. Ταύτην δὲ τὴν διαίρεσιν καὶ ὁ θεῖος ἡμ ᾶ ς ἐδίδαξε Παῦλος· «Σκιὰν γάρ» φησιν «ἔχων ὁ νόμος τῶν μελλόντων καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.» Καὶ καλεῖ πράγματα μὲν μέλλοντα τὸν ἀθάνατον ἐκεῖνον καὶ ἄλυπον βίον, τὴν ἀγήρω ζωὴν φροντίδος ἀπηλλαγμένην· εἰκόνα δὲ πραγμάτων τὴν ἐκκλησιαστικὴν πολιτείαν τὴν κατὰ τόνδε τὸν βίον ὡς οἷόν τε μιμουμένην τὰ μέλλοντα· σκιὰν δὲ τὸν νόμον ταύτης ἀμυδρότερον ταῦτα διδάσκοντα. Καὶ γὰρ οἱ ζωγράφοι ἔχουσι μὲν τὸ ἀρχέτυπον οὗ κατὰ μίμησιν γράφουσι, σκιαγραφοῦσι δὲ πρότερον, εἶτα περιβάλλουσι τὰ χρώματα τῇ σκιᾷ. Εἰ δὲ ἀντιτείνουσιν Ἰουδαῖοι εἰς ἑαυτοὺς ἕλκειν πᾶσαν τὴν προφητείαν πειρώμενοι, δι' αὐτῆς αὐτοὺς σὺν θεῷ φάναι τῆς προφητείας ψευδομένους ἐλέγξομεν. Ταῦ τα τοίνυν τὰ προειρημένα ῥητὰ ἁρμόττει μὲν οὕτω πως καὶ τῇ παλαιᾷ Ἱερουσαλὴμ παρ' ἐλπίδα πᾶσαν δε ξα μένῃ τὴν προτέραν λαμπρότητα· ἁρμόττει δὲ διαφερόντως τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τῆς θεογνωσίας δεξα μέ νῃ τὸ φῶς καὶ τοῦ σωτῆρος τὴν δόξαν περικειμένῃ. 2Ὅτι ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ φανήσεται. Καὶ τοῦτο ὡσαύτως διπλῆν ἔχει ἔννοιαν. Κατέ λυσε μὲν γὰρ τὴν Βαβυλωνίων δυναστείαν καὶ οἷόν τινι σκότῳ τῇ πολιορκίᾳ καὶ τῇ δουλείᾳ παρέδωκεν, ἐν δὲ τοῖς κατὰ τὴν Ἱερουσαλὴμ τὴν οἰκείαν δύναμιν ἔδειξεν ἀνεγείρας αὐτὴν καὶ περίβλεπτον ἀποφήνας. Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῆς ἁγίας αὐτοῦ πεποίηκεν ἐκκλησίας· αἰσχύνῃ μὲν γὰρ καὶ σκότῳ παρέδωκε τοὺς διώκοντας, αὐτὴν δὲ περίβλεπτον ἀπειργάσατο. Καὶ παρὰ πάντων τὸ ἄμαχον αὐτοῦ κηρύττεται τῆς δυνάμεως. 3Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητι τῆς