153
ἀνατολῆς ςου. Εἰπάτωσαν Ἰουδαῖοι ποῖοι βασιλεῖς τὴν κατὰ νόμον λατρείαν ἠσπάσαντο, ποῖα δὲ ἔθνη δι' αὐτῶν ἐποδηγήθη πρὸς τὸν τῶν ὅλων θεόν. Ἀλλ' ἐκεῖνοι μὲν οὐκ ἂν δείξαιεν, παρ' ἡμῖν δὲ ὁρᾶται τῆς προφητείας τὸ τέλος· τῆς γὰρ ἁγίας τοῦ θεοῦ ἐκκλησίας τὸ φῶς καὶ τὰ ἔθνη κατηύγασε καὶ βασιλεῖς πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν. 4Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα πάντα τὰ τέκνα σου· ἥκασι πάντες <οἱ> υἱοί σου μακρόθεν. Καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται. Οὐδὲ τοῦτο κατ' ἀκρίβειαν τοῖς Ἰουδαίοις ἁρμόττει· οὐδὲ γὰρ ἅπαντες ἐπανῆλθον οἱ γενόμενοι δορυάλωτοι ἀλλ' οἱ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς καὶ οὐδὲ οὗτοι πάντες ἀλλ' ὅσοι τῆς προγονικῆς εὐσε βείας ἀντείχοντο· μεμενήκασι γὰρ οἱ μὲν τὴν παρ' Ἀσσυρίοις διαγωγὴν ἀσπασάμενοι, οἱ δὲ τῆς Αἰγύπτου τὴν οἴκησιν προελόμενοι, οἱ δὲ εἰς ἅπαντα διεσπαρμένοι τὰ ἔθνη. Ἡ δὲ τοῦ θεοῦ ἐκκλησία ἐκ τῶν ἐθνῶν ἁπάντων συλλέγει τὰ τέκνα· καὶ ἔστιν ἰδεῖν ἐξ ἁπάσης τῆς οἰκουμένης εἰς τὴν τῶν Ἱεροσολύμων συντρέχοντας |176 a| πόλιν, οὐχ ἵνα ἐν τῷ Ἰουδαίων ναῷ τὸν θεὸν προσκυνήσωσιν ἀλλ' ἵνα τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως τοὺς πολυθρυλήτους ἴδωσι τόπους. 5Τότε ὄψῃ καὶ χαρήσῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. Οὐδὲ τοῦτο τοῖς Ἰουδαίοις ἁρμόττει· ποίων γὰρ αὐτοῖς ἐθνῶν καὶ λαῶν προσηνέχθη πλοῦτος; Ἡ δὲ τοῦ θεοῦ ἐκκλησία τὰ πάλαι τοῖς δαίμοσι προσφερόμενα δέχεται, καὶ ἡ πάλαι πικρὰ τῶν ἐθνῶν θάλασσα τῷ ξύλῳ τοῦ σωτηρίου σταυροῦ γλυκανθεῖσα καὶ τὴν παράδοξον δεξα μένη μεταβολὴν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ προσφέρει τὰ δῶρα, διαφερόντως δὲ εἰς τὴν Ἱεροσολύμων ταῦτα προσφέρουσι πόλιν ἐκ πάσης γῆς καὶ θαλάττης συντρέχοντες. Καὶ ἥξουσιν 6ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γηφά, πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον, καὶ λίβανον οἴσουσί σοι, καὶ τὸ σωτήριον παρὰ κυρίου εὐαγγελιοῦνται, 7καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσεταί σοι, καὶ κριοὶ Ναβεὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεταί σοι δῶρα δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Μαδιὰμ καὶ Κηδὰρ καὶ Γεφὰ ἔθνη ἐστὶ βαρβάρων νομάδων ἐκ τοῦ Ἰσμαὴλ καταγόντων τὸ γένος, Σαβὰ δὲ φῦλόν ἐστιν Αἰθιοπικόν. ∆ιδάσκει δὲ καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις· ἣν γὰρ τῶν Βασιλειῶν ἡ ἱστο ρία βασίλισσα<ν> ὀνομάζει Σαβά, ταύτην ὁ κύριος βασίλισσαν Αἰθιόπων καλεῖ, φησὶ δὲ οὕτως· «Βασίλισσα Αἰθιόπων ἀναστήσεται καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τῆς σοφίας Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε.» Ἐκ τούτων ἦν καὶ ὁ εὐνοῦχος ὃν ὁ Φίλιππος μυσταγωγήσας ἐβάπτισεν. Ταῦτα δὲ καὶ ὁ θεσπέσιος εἶπε ∆αυὶδ τοῦ κυρίου προλέγων τὴν ἐνα νθρώπησιν . Εἰρηκὼς γάρ· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν, ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη» ἐπάγει· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι, βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύ σουσιν αὐτῷ.» Ἄραβες δὲ καλοῦνται καὶ οἱ τοῦ Κηδὰρ καὶ οἱ τοῦ Μαδιὰμ καὶ Γεφὰ καὶ Ναβεώθ, οἳ τῆς Ἀραβίας οἰκοῦσι τὰ ἔρημα· ἐπὶ καμήλων δὲ οὗτοι καὶ δρομάδων ὀχοῦνται. Καὶ μέντοι καὶ δῶρα προσ φέρειν ἐκ τούτων εἰώθασι τῷ τῶν ὅλων θεῷ· καὶ οἱ μὲν τῷδε τῷ ἀποστόλῳ πελάζοντες ἐκ είνῳ δῶ ρα προσφέρουσιν, οἱ δὲ <τῷδε> τῷ μάρτυρι γειτνιάζοντες δι' ἐκείνου τὸν θεὸν ἱλεοῦνται καὶ οἷόν τινας ἀ παρχὰς ἅπερ ἂν ὑπόσχωνται προσκομίζουσιν. Πρὸς δὲ ταῖς καμήλοις καὶ τὰ πρόβατα προσφέρειν εἰώ θασιν. Εἰ δέ τις ἀκριβῶς τῶν ῥητῶν καταμάθοι τὴν ἔννοιαν, αὐτοὺς εὑρήσει τοὺς ἀνθρώπους πρόβατα καὶ κριοὺς καὶ καμήλους προσηγορευμένους. Οὐ γὰρ εἶπεν· Οἴσουσι καμήλους, ἀλλ'· Ἥξουσιν ἀγέλαι καμήλων καὶ καλύψουσί σε κάμηλοι