1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

154

οὐδὲ ἡ ἀνατολὴ τῆς σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ' ἔσται σοι Κύριος φῶς αἰώνιον καὶ ὁ Θεός σου δόξα σου.» 5.72 Ῥητέον καὶ οὕτως· οἱ μὴ τυγχάνοντες φῶς χρῄζουσι τοῦ καταυγάζοντος αὐτούς, οὐ δεόμενοι τούτου ὅταν αὐτοὶ φῶς γένωνται. Ἐπεὶ τοίνυν ἐν τῷ μέλλοντι αἰῶνι, ἡμέρᾳ ἀλληγορικῶς καλουμένῳ, «οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἑαυτῶν», φῶς ἀναδειχθέντες ἑαυτοὺς καταλάμποντες, ἐν ἡμέρᾳ διάγουσιν οὐ τοῦ ἔξωθεν φωτὸς δεόμενοι. Καὶ ἐν τῇ ζωῇ γοῦν ταύτῃ οἱ γνώσεως φῶς φωτίσαντες ἑαυτοῖς ὡς παρὰ τοῦ Σωτῆρος ἀκοῦσαι· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου», ἐν λαμπρᾷ καταστάσει διάγουσιν οὐκ̣ ἄλλ̣οθεν ἀλλ' ἐξ ἑαυτῆς φωτὸς καὶ ἡμέρας̣ οὔσης, περ̣ὶ ἧς ὁ χορὸς τῶν ἁγίων κελαδῶν φησιν· «Ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς.» 5.73 Πρὸς τὴν πνευματικὴν Ἰερουσαλὴμ ταύτην τὴν ἁγιότητ̣α̣ ἔχουσαν πολλὴν ὁ προφήτης φησίν, θεολημπτούμενος καὶ Πνεῦμα ἅγιον ἔχων· «Φωτίζου, φωτίζου, Ἰερουσαλήμ, ἥκει γὰρ τὸ φῶς σου ἐπὶ σέ, καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου.» 5.74 Πῶς γὰρ οὐ λαμπρὰ καὶ πεφωτισμένη ὑπάρχει ᾗ ἀπαγγέλλεται ταῦτα ἡ φῶς ἐκ τοῦ πεφωτίσθαι γεγενημένη, ὡς καὶ λαμπρότητα θείαν ἀναδείκνυσθαι; 5.75 Ἐπίστησον εἰ δυνατὸν καὶ οὕτως ἐπιβαλεῖν τῇ προκειμένῃ προφητικῇ φωνῇ. Ἥξαντος Κυρίου παντοκράτορος μετὰ τῶν ἁγίων αὐτοῦ, κατάστασις ἔσται τῶν κρινομένων τοιαύτη ὡς μὴ ἔχειν φῶς τῷ ἀγνοεῖν ἕκαστον τὰ καθ' ἑαυτόν, ὥστε χρῄζειν «τοῦ φωτίζοντος τὰ κρυπτὰ τοῦ σκότους καὶ φανεροῦντος τὰς βουλὰς τῶν καρδιῶν», ἵνα, «φανερωθέντες ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ», λάβωσιν ἀντάξια ὧν ἔπραξαν διὰ τοῦ σώματος, ἀγαθῶν τε καὶ κακῶν. 5.76 Καὶ ἐπεὶ κλόνος καὶ ταραχὴ ὑπάρξεται τοῖς κρινομένοις, συγχεομένοις καὶ χειμαζομένοις, ἐν ἡμέρᾳ μιᾷ συμβήσεται ψύχη καὶ πάγος ἀποψυχόντων τω῀̣ν ἀνθρώπων προσδοκίᾳ τῶν ἐλευσομένων σκυθρωπῶν τε καὶ ἐπιπόνων, ὡς τὸ Εὐαγγέλιον διαγορεύει. 5.77 Ἡ τοῦ Κυρίου ἡμέρα ἀδι̣άστατος οὖσα καὶ οὐ διακοπτομένη ὑπὸ νυκτὸς μεσολαβούσης γνωστὴ τῷ Θεῷ ἔσται, «ὄντι φωτὶ σκοτίαν οὐδεμίαν ἔχοντι», ὡς διὰ τοῦτο μήτε ἡμέραν μήτε νύκτα, ἀλλ' αἰώνιον τὴν ἡμέραν εἶναι, οὐ ποιοῦντος ἔτι τοῦ ἡλίου ἡμέραν, οὐδὲ σελήνης φωτιζούσης τὴν νύκτα, κατὰ τὸν προφήτην, ὡς ἔναγχος ἐλέχθη, ὄντος τοῦ Κυρίου φωτὸς αἰωνίου. Κἄν ποτε γοῦν δόξῃ τισὶν τέλος ἀπολαμβάνειν τὴν ἡμέραν, πρὸς τῇ ἑσπέρᾳ φῶς ἔσται, καταυγάζοντος τοῦ Θεοῦ τὰ πάντα. 5.78 Ἡ οὕτως νοουμένη καὶ τυγχάνουσα ἡμέρα γνωστὴ τῷ Κυρίῳ ἔσται, ἀξία οὖσα τῆς αὐτοῦ γνώσεως, καθ' ὃ σημαινόμενον γέγραπται τὸ εἰρημένον· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.» Οὐκ ἀντίκειται ἡ φωνὴ αὕτη τῇ εὐαγγελικῇ οὕτως ἐχούσῃ· «Περὶ τῆς ὥρας καὶ τῆς ἡμέρας ἐκείνης οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι οὔτε ὁ Υἱός, εἰ μὴ ὁ Πατὴρ μόνος.» Πολλὰ περὶ τοῦ εὐαγγελικοῦ ἐν τοῖς εἰς τὸν Μαθθαῖον ὑπομνήμασιν κατὰ προηγουμένην σύνταξιν τεθεώρηται, ἅπερ ἐντυχὼν ὁ φιλόκαλος εἴσεται, μόνου λεγομένου νῦν ὅτι τὸ γινώσκειν καὶ μὴ γινώσκεσθαι ἤτοι περὶ ἑτέρας καὶ ἑτέρας ἐκλαβεῖν δεῖ, ἢ τὸ γινώσκεσθαι καὶ μὴ κατ' ἄλλο καὶ ἄλλο σημαινόμενον. 5.79 Zach. XIV, 8-9: Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. Κα̣ὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν. 5.80 Ἐν τῇ γνωστῇ τῷ Κυρίῳ ἡμέρᾳ, ζῶν ὕδωρ ἐξελεύσεται ἐξ Ἰερουσαλήμ, «τῆς ἐπουρανίου πόλ̣εως τοῦ ζῶντος Θεοῦ», οὗπερ τὸ ἥμισυ ἐπὶ τὴν πρώτην θάλατταν ἔσται, τοῦ λοιποῦ ἡμίσεως ἐπὶ τὴν ἐσχάτην θάλατταν φθάνοντος, τοῦ αὐτοῦ