155
γινομένου οὐκ ἐν μόνῳ τῷ θέρει ἀλλὰ καὶ τῷ ἔαρι, πάσης τῆς γῆς, τοῦτ' ἔστιν τῶν α᾿̣νθρώπων, τοῦ Κυρίου βασιλεύοντος. 5.81 Οὐδὲν αἰσθητὸν ἢ ἱστορικὸν ἐμφαινούσης τῆς προφητείας, πᾶσαν αὐτὴν κατ' ἀναγωγὴν ἐκδεκτέον. 5.82 Ἐξερχόμενον γὰρ ὕδωρ ζῶν ἐκ τῆς νοητῆς Ἰερουσαλήμ, τῆς τὴν εἰρήνην ὁρώσης Ἐκκλησίας, ὁ πνευματικὸς νόμος ἐστίν, μᾶλλον δὲ ἡ τῶν ἐκκλησιαστικῶν φρονημάτων γνῶσις, ἥτις, εἰς τὴν θάλασσαν ἐξερχομένη, γλυκαίνει αὐτὴν καὶ γαληνείαν ποιεῖ, πάντα χειμῶνα ἐξωθουμένη καὶ ἀνατρέπουσα. 5.83 Τοῦτό τοι τὸ θεώρημα σαφηνείας τετύχηκεν ὁπηνίκα ἐξηγούμεθα τὸ ἐν Ἠσαίᾳ οὕτως ἔχον· «Ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θάλασσαν.» Ὥσπερ γὰρ ἡ θεία ἀγάπη, ἡ ἐκ τοῦ Θεοῦ πρὸς τοὺς εὐπάσχοντας καὶ ἡ τῶν εὐεργετουμένων πρὸς τὸν μεγαλόδωρον, «πλῆθος ἁμαρτιῶν καλύπτει», ἀφανίζουσα, ἀλλ' οὐ φρουροῦσα, καὶ σκεπάζουσα τὰ χειρίστως ἐπιτελεσθέντα, οὕτως ἡ Θεοῦ γνῶσις, ζῶν ὑπάρχουσα ὕδωρ, κατακαλύπτει τὰς θαλάσσας, εἰς γλυκύτητα̣ καὶ πότιμον μεταβάλλουσα αὐτάς. 5.84 Οὕτω τὸ ἐξερχόμενον ἐκ τῆς Ἰερουσαλὴμ ὕδωρ ζῶν εἰς τὴν πρώτην καὶ ἐσχάτην θάλατταν, π̣ᾶσαν ζάλην καὶ τρικυμίαν, ἁλμυρίδα τε καὶ πικρότητα ἀνωθη῀̣σαν, εὐδίαν καὶ γαλήνην καὶ τὸ πότιμον παρασκευάσει ὡς μηκέτι θαλάσσας εἶναι α̣ι····· Ὕδωρ ζῶν μερισθὲν ἐπῆλθεν· τὸ γὰρ ἥμισυ αὐτοῦ εἰς τὴν πρώτην, τὸ δ' ἕτερον ἥμισυ εἰς τὴν ἐσχάτην θάλατταν δέδεκται, οὐκ̣ ἐν τῷ θερινῷ μόνῳ ἀλλὰ καὶ ἐν τῷ ἐαρινῷ καιρῷ. 5.85 Τ̣ῆς δὲ τοσαύτης ὠφελείας ὑπαρξάσης, ὁ Κύριος πάσης τῆς γῆς βασιλεύσει, κατὰ τὰ ἐν Ψαλμοῖς εἰρημένα, ὅπου μέν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ», ὅπου δέ· «Εἴπατε ἐν τοῖς ἔθνεσιν· ὁ Κύριος ἐβασίλευσεν, καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.» Τότε δὲ κατώρθωται ἡ οἰκουμένη ὥστ' ἀκλόνητον μένειν, ὅτε ἐγλυκάνθη ἡ πρώτη θάλασσα, ἡ τῶν Ἰουδαι´̣ων οὖσα συναγωγή, καὶ ἡ ἐσχάτη, τυγχάνουσα ἡ τῶν ἐθνῶν κλῆσις. Ἀμφότεραι αὗται αἱ θάλασσαι ταραχῆς καὶ ζάλης ἐπεπλήρωντο πρὸ τοῦ καταδέξασθαι τὸ εὐαγγέλιον καὶ τὴν εἰς τὸν Σωτῆρα, μᾶλλον δὲ εἰς τὴν ἁγίαν Τριάδα, πίστιν. 5.86 Ἐπίστησον εἰ δυνατὸν μεμερίσθαι τὸ ζῶν ὕδωρ εἰς τὰς δύο διαθήκας, τὴν καινὴν καὶ παλαιάν, τούτου γεναμένου ὅτε ἔξω τῆς Ἰερουσαλὴμ τὸ ὕδωρ γέγονεν. Ἐξῆλθεν δὲ ἀπ' αὐτῆς τότε ὁπηνίκα «εἰς π̣α῀̣σαν τὴν γῆν» ἔφθασεν «ὁ φθόγγος» τῶν Θεοῦ λόγων καὶ «τὰ ῥήματα αὐτοῦ εἰς τὰ πέρατα τῆς οἰκουμένης», ὡς ἁπανταχοῦ «θυμίαμα» τῷ Θεῷ πνευματικῶς «προσάγεσθαι καὶ θυσίαν καθαράν», ἐπείπερ μέγας βασιλεὺς ἐν πᾶσιν τοῖς ἔθνεσιν α᾿̣ναδ̣έδεικται̣ ὁ Κύριος. 5.87 Μερισθέντος τοῦ ζῶντος ὕδατος εἰς ἡ´̣μισυ καὶ ἥμισυ εἰς τὰς δύο διαθήκας, ε̣··· ἔνδον ἦν ἐν τῇ Ἰερουσαλὴμ ὑπ̣ὸ τῆς σκιᾶς τοῦ νόμου καὶ τῆς τοῦ γράμματος παλαιότητ̣ος φρουρούμενον, μᾶλλον δὲ σκεπαζόμενον, ἀκμὴν τοῦ χειμῶν̣ος κρατοῦντος, ὅτε δὲ τὸ ἔαρ διεδέξατο τεθηλότων τῶν ἐπὶ γῆς καὶ τοῦ τρυγόνος φωνοῦντος ἐν τῇ γῇ, κατὰ τὸ λεχθὲν ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων, «ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς παρῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν». 5.88 ∆ιὸ ἔαρος πνευματικοῦ γεγενημένου, ἐνεστηκότος λοιπὸν τοῦ μηνὸς τῶν νέων, τὴν διαβατηρίων ἑορτὴν ἄγομεν, πάσχα καλουμένην Ἑβραίων φωνῇ, ἐν ᾗ Χριστὸς τέθυται, ἵνα, τῶν πνευματικῶν σαρκῶν αὐτοῦ καὶ ἱεροῦ αἵματος αὐτοῦ ἐμφορούμενοι, «ἑορτάσωμεν ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας», μεθ' ἣν πανήγυριν καὶ τὴν τῶν ἑβδομάδων ἑορτὴν ἐπιτελέσομεν, πεντηκοστὴν καλουμένην, ἐν ᾗ θερίσομεν τέλεια δράγματα καὶ πληρε̣στάτους στάχυς γεγενημένα τὰ ἀνθήσαντα ἐν τῷ ἔαρι. 5.89 Πε̣ρὶ ἀμφοτέρων τῶν καιρῶν ὑμνῶν τὸν Θεὸν ὁ ἅγιος εἶπεν· «Σὺ κατηρτίσω ἥλιον καὶ σελήνην, θέρος καὶ ἔαρ, σὺ ἐποίησας αὐτά, μνήσθητι