1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

155

ἐγένοντο, οὐκ ὄψονται δὲ τὴν αἰώνιον ζωήν. 13Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Ταῦτα εἰκὸς μὲν καὶ ἐπὶ τοῦ προτέρου γεγενῆσθαι νεὼ καὶ μετακομίσαι πάλαι αὐτοὺς ἀπὸ |177 a| τοῦ Λιβάνου ξύλα. Ἐγὼ δὲ οἶμαι Λίβανον τὴν Ἰουδαίων καλεῖσθαι μητρόπολιν· τοῦτο γὰρ πολλάκις ἐδειξάμην· «Ἡ δόξα» γάρ φησι «τοῦ Λιβάνου ἐδόθη αὐτῇ», τουτέστι τῇ ἐρήμῳ, «καὶ ἡ τιμὴ τοῦ Καρμήλου.» Καὶ ἐνταῦθα ὁ προφητικὸς λόγος τὴν δόξαν τοῦ Λιβάνου, τουτέστι τὴν Ἰουδαϊκὴν περιφάνειαν, ἣν <ἡ> τοῦ ἁ γίου πνεύματος αὐτοῖς ἐδεδώρητο χάρις, εἰς τὴν ἐκκλησίαν μετατεθήσεσθαι προεθέσπισεν. Κυπαρίσσους δὲ καὶ πεύκας καὶ κέδρους οὐκ ἄν τις ἁμάρτοι τοὺς ἁγίους ὀνομάζων προφήτας διαφορὰν ἔχοντας κατὰ τὸ μέτρον τῆς χάριτος· «∆ίκαιος» γάρ φησιν «ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.» Πάντες δὲ οὗτοι νῦν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τὴν προφητικὴν διδασκαλίαν προσφέ ρουσιν . 14Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινῶν τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ προσκυνήσουσιν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν σου πάντες οἱ παροξύναντές σε. Τὴν μὲν Ἱερουσαλὴμ οὐ προσεκύνηςαν Βαβυλώνιοι, τὴν δὲ τοῦ θεοῦ ἐκκλησίαν οἱ πλεῖστοι τῶν ἐθνῶν προσκυνοῦσι, μάλιστα δὲ οἱ τούτων υἱοί. Ἐκείνων γὰρ δεξαμένων τοῦ βίου τὸ πέρας οὗτοι μεταμαθόντες τὴν ἀλήθειαν προσφέρουσι τῷ σωτῆρι τὸ σέβας ἐν τοῖς εὐκτηρίοις αὐτοῦ οἴκοις ποιούμενοι τὴν προσκύνησιν. Καὶ κληθήσῃ πόλις κυρίου Σιὼν τοῦ ἁγίου Ἰσραὴλ 15διὰ τὸ γενέσθαι σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν ςοι. Καὶ μὴν ἡ Ἱερουσαλὴμ ἑτέραν προση γορίαν ἐδέξατο· Αἰλίαν γὰρ αὐτὴν οἱ Ῥωμαίων ἐκάλεσαν βασιλεῖς. Πῶς τοίνυν δείκνυται τῆς προφητείας τὸ ἀψευδές, εἰ μή τις πνευματικώτερον τὴν Σιὼν νοήσοι; Καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Πῶς τοῦτο ἁρμόττει τῷ τῶν Ἰουδ αίων ναῷ πρὸ τετρακοσίων ἢ καὶ πλειόνων ἐτῶν δεξαμένῳ τὴν ἐρημίαν; 16Καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι καὶ γνώσῃ ὅτι ἐγὼ κύριος ὁ σῴζων σε καὶ ὁ ἐξαιρούμενός σε θεὸς Ἰσραήλ. Ποίων βασιλέων ἡ παλαιὰ Ἱερουσαλὴμ μετὰ τὴν ἐπάνοδον ἐκομίσατο πλοῦτον; Ἢ ποίων ἐθνῶν καθάπερ γάλα τὴν τῶν ἀγαθῶν ἐθήλασεν ἀφθονίαν; Ἀλλὰ καὶ τοῖς λίαν ἀναισχυντοῦσι δῆλον οἶμαι καθέστηκεν, ὡς ἡ τοῦ θεοῦ ἐκκλησία δείκνυσι τῆς προρρήσεως τὴν ἀλήθειαν· αὕτη γὰρ διηνεκῶς καὶ τὰ βασιλικὰ δέχεται δῶρα καὶ τὰ παρὰ τῶν ἐθνῶν προσφερόμενα κομιζομένη τὸν τούτων αἴτιον ἀνυμνεῖ. Εἶτα δείκνυσι καὶ τῶν δώρων τὴν πολυτέλειαν· 17Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσόν, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. Καὶ ταύτης ἔστιν ἰδεῖν ἐν ταῖς τῶν εὐκτηρίων οἴκων οἰκοδομίαις τῆς προφητείας τὴν ἀλήθειαν· χρυσῷ γὰρ καὶ ἀργύρῳ πεποικιλμένοι διαλάμπουσιν, οὐχ ἵνα τοῦ θεοῦ τὴν χρείαν πληρώσωσιν ἀλλ' ἵνα τῶν εὐσεβῶν τὸ φιλότιμον δείξωσιν. Καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ, 18καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου οὐδὲ σύντριμμα καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου. Τούτων ἔκβασιν ἀληθεστέραν ὄψεται πᾶς ἐν τῷ μέλλοντι βίῳ· ἐκεῖνος γὰρ ὁ βίος ἀδικίας ἐλεύθερος, ἐκεῖνος τῇ ἄκρᾳ δικαιοσύνῃ κοσμεῖται, ἐκεῖνος ἀληθῶς ἀταλαίπωρος καὶ φροντίδων ἀπηλλαγμένος. Ὡς ἐν τύπῳ δὲ εὕροι τις ἂν καὶ ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ταῦτα· τῆς γὰρ τῶν εἰδώλων ἀπήλλακται πλάνης, τὸν δὲ τῶν ὅλων θεὸν διηνεκῶς ἀνυμνεῖ, προμηθοῦνται δὲ τῶν ἀδικουμένων οἱ ταύτης ἡγεμόνες ὡς οἷόν τε. Ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη ςου καὶ αἱ πύλαι σου γλύμματα. Τὸ γλύμμα ὁ μὲν Ἀκύλας «ὕμνησιν» ἡρμήνευσεν, ὁ δὲ Θεοδοτίων «καύχημα», ὁ δὲ Σύμμαχος «αἴνεσιν». Οἱ γὰρ πνευματικοὶ τῆς ἐκκλησίας περίβολοι τοῖς πεπιστευκόσι σωτηρί αν πο ρίζουσιν, αἰνέσεως δὲ καὶ ὕμνων αἱ ταύτης πύλαι πεπλήρωνται. 19Καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτίσει σοι τὴν νύκτα· ἔσται