156
τῆς κτίσεώς σου», ταύτης πάσης τῆς γῆς, λέγω δὴ τῆς ἀνθρωπότητος, μόνος βασιλεύων καταλυθέντ̣ος τοῦ θανάτου τοῦ ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως βασιλεύσαντος καὶ τοῦ τὸ κράτος αὐτοῦ ἔχοντος διαβόλου. 5.90 Μαρτύριον τοῦ ὕδωρ ζῶν γενέσθαι τὸν πότιμον θεῖον λόγον παραλημπτέον ἐκ τοῦ Εὐα̣γγελίου, τοῦ Σωτῆρος εἰρηκότος· «Ὃς δὲ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον», καὶ πάλιν· «Ὁ π̣ιστεύων εἰς ἐμέ, καθω`̣ς̣ εἶπεν ἡ γραφή, ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ποταμοὶ ὕδατος ζῶντος.» Ὡς γὰρ πηγὴν ἐν αὐτῷ ὕδατος ζῶντος ἕξει ὁ πίνων ἐκ τοῦ ὕδατος ὃ δίδ̣ωσιν Ἰησοῦς, οὕτω ποταμοὶ ὕδατος ζῶντος ῥεύσουσιν ἐκ τῆς κοιλίας τοῦ πιόντος. 5.91 Zach. XIV, 9-11: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν. Κυκλῶν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γάβελ ἕως Ῥεμμὼν κατὰ νότον Ἰερουσαλήμ· Ῥαμὰ δὲ ἐπὶ τόπου μενεῖ· ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ἁναμεήλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως κατοικήσουσιν ἐν αὐτῇ, καὶ οὐκ ἔσται ἀνάθεμα ἔτι, καὶ κατοικήσει Ἰερουσαλὴμ πεποιθότως. 5.92 Ὅταν τὰ προειρημένα ὑπαρχθῇ δωρεᾷ Θεοῦ, τὸ τηνικάδε ἡ πολυθεότης οἰχήσεται, μόνου τοῦ τὰ πάντα συστησαμένου γι̣νωσκομένου καὶ ὁμολογουμένου. Πάλαι μὲν γὰρ διαφορᾶς οὔσης ἐσχάτης καὶ πρώτης θαλάττης, τῆς τῶν Ἰουδαίων κλήσεως καὶ τῶν Ἑλλήνων, -αὗται γὰρ ἀπεδόθησαν α̣ἱ θάλασσαι, -οὐχ ὡμολογεῖτο ὑπὸ πάντων εἷς εἶναι Θεός. Οἱ μὲν εἰδωλολάτραι πολλοὺς ᾤοντο θεοὺς εἶναι, ἕνα δὲ οἱ Ἰουδαῖοι. Ἐλθόντος δὲ τοῦ εὐαγγελίου, τοῦ ἑνὸς καὶ μόνου γενεσιάρχου γνῶσις τοῖς ἀνθρώποις ὑπῆρκται, ὡς τὸν ἐν Χριστῷ λαλοῦντα Παῦλ̣ον γράφειν· «Μὴ Ἰουδαίων μόνον ὁ Θεός, οὐχὶ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν, ἐπείπερ εἷς ὁ Θεός.» Του῀̣το γὰρ ἀποσημαίνει τὸ εἶναι εἷς ὁ Θεός. 5.93 Ἐν τῇ ἡμέρᾳ τοίνυν̣ ἐν ᾗ ἐλεύσεται ὁ προσδοκώμενος ἥκειν ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, πάσης πλανήσεως καὶ ψευδοδοξίας καταλυθείσης, ὁ εἷς καὶ μόνος ἀληθινὸς Θεὸς̣ ὁμολογηθήσεται, ὡς αὐτῷ μόνῳ προσκυνεῖν καὶ λατρεύειν τοὺς γνῶσιν τῆς ἀληθείας ἐσχηκότας, οὐκέτ' ὄντων τῶν χειροποιήτων θεῶν, τοῦ θείου λόγου φάσκοντος· «Θεοὶ οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ.» 5.94 Εἴρηται ἐν τοῖς πρότερον προκειμένοις ὡς ὀλοθρεύσει Κύριος ἀπὸ τῆς γῆς πάντα τὰ ξύλα, ἐξαιρῶν ἀπ' αὐτῆς τὸ πνεῦμα τὸ ἀκάθαρτον, ὡς μηδὲ τοὺς δαίμονας ἔτι νομίζεσθαι θεούς, περὶ ὧν ὁ θεολόγος φησὶν ᾧ «τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας» πεφανέρωται ὑπὸ τοῦ δεσπότου τῶν ὅλων· «Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δ̣αιμόνια.» 5.95 Οὐ μόνον δέ, τούτων τῶν ψευδωνύμων θεῶν ἀναιρεθέντων τῷ μηκέτι ὑπολαμβάνεσθαι θεοὶ εἶναι ὁ μόνος Θεὸς γνωσθήσεται, «ἐπιστρεψάντων» τῶν ἀπ̣η̣ρτημένων «ἀπὸ τῶν εἰδώλων εἰς τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ», ἀλλὰ καὶ τῷ εὐσεβῶς τεθεωρῆσθαι ὅτι οὐδὲ ὁ κόσμος Θεός ἐστιν, οὐδέ τι μέρος αὐτοῦ, οὐ λατρευόντων ἔτι ἢ σεβομένων τῶν ἀνθρώπων τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὥστε μηκέτι προσκυνεῖν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ ἢ λατρεύειν αὐτοῖς. 5.96 Τούτῳ τῷ τρόπῳ Θεοῦ ἑνὸς ἐσομένου, ἐν τῇ ἡμέρᾳ ᾗ ποιεῖ καὶ δείκνυσιν ὁ τῆς δικαιοσύνης ἥλιο̣ς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν ἔσται. Πάντων γὰρ σύμφωνον καὶ ἠκριβ̣ωμένην νόησιν καὶ εὐσεβῆ ἐχόντων, ἑνὶ ὀνόματι σημαίνεται, πληρουμένου τοῦ λεχθέντος ἐν ὕμνοις· «Θαυμ̣αστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ», καὶ ἔτι· «Ἐμεγάλυνας ἐπὶ πάντας τὸ ὄνομα τὸ ἅγιόν σου», καὶ πάλιν· «Καθὼς τὸ ὄνομά σου, ὁ Θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς.» Συμφώνως τῷ ὑμνῳδῷ καὶ ὁ προφήτης Ἁμβακοὺμ περὶ τοῦ ἀλ̣ηθινοῦ Θεοῦ τάδε φησίν· «Αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» 5.97 Ἐπειδὴ ἁπανταχοῦ γῆς βεβόηται καὶ δοξάζεται ἡ τοῦ ἑνὸς Θεοῦ προσηγορία, ἄλλο ὄνομα