1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

156

γάρ σοι ὁ θεὸς φῶς αἰώνιον καὶ ὁ θεὸς δόξα σου. 20Οὐ γὰρ δύσεταί σοι ὁ ἥλιος, καὶ ἡ σελήνη οὐκ ἐκλείψει· ἔσται γάρ σοι κύριος φῶς |177 b| αἰώνιον. Καὶ τοῦτο ἀκριβῶς ὁ μέλλων ἔχει βίος· ἐκεῖνος γὰρ οὔτε σελήνης οὔτε ἡλίου χρῄζει· αὐτὸ γὰρ ἔχει τοῦ θεοῦ τὸ ἄρρητον φῶς. Τούτου δὲ ὡς ἐν τύπῳ καὶ νῦν οἱ πιστεύοντες ἀπολαύουσιν· ὑπὸ γὰρ τούτου φωτιζόμενοι τὴν ἀπλανῆ πορείαν ὁδεύουσιν. Καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ σπέρματός σου. 21Καὶ ὁ λαός σου πᾶς <δίκαιος> δι' αἰῶνος, καὶ κληρονο μήσουσι τὴν γῆν. Καὶ ταῦτα περὶ τοῦ μέλλοντος προηγό ρευσε βίου· ἐκεῖνος γὰρ ἔχει τῆς γνώμης τὸ ἄτρεπτον, ἐκεῖνος τῇ αἰωνίῳ δικαιοσύνῃ κεκόσμηται, ἐκεῖνος ἁμαρτίας ἐλεύθερος, ἐκεῖνος οὐκ ἔχει ἄωρον οὐδὲ πρεσβύτην ἀλλὰ ζωὴν ἀτελεύτητον, ἐν ἐκείνῳ κληρονομοῦσι τὴν γῆν τῶν ζώντων οἱ ἄξιοι. «Ἔσται γάρ» φησιν «ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή.» Φυλάσσων τὸ βλάστημα τῆς φυτείας μου, ἔργον χειρῶν μου εἰς δόξαν. Ὁ δὲ Σύμμαχος οὕτως· «Βλαστὸς τῆς φυτείας μου ἔργον χειρῶν μου εἰς τὸ ἐνδοξασθῆναι», ὁ δὲ Θεοδοτίων οὕτως· «Βλαστὸς τῆς φυτείας αὐτοῦ τὰ ἔργα τῶν χειρῶν δοξάσει.» Καὶ διὰ τούτων τοίνυν καὶ διὰ τῶν Ἑβδομήκοντα αἴτιον τῶν εἰρημένων κ αὶ οἱονεὶ φυτουργὸν εὑρίσκομεν τὸν τῶν ὅλων θεόν· αὐτὸς γὰρ αὐτοῦ τὴν ἐκκλησίαν ἐφύτευσεν, αὐτὸς δι αφυλάττει βλαστήσασαν καὶ τὴν ἐντεῦθεν προσγινομένην δέχεται δόξαν. 22Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς. Ταῦτα καὶ ἐν τοῖς ἱεροῖς εὐαγ γελίοις ἔφη· «Ἀποστελεῖ γὰρ τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ' ἄκρων οὐρανῶν ἕως τῶν ἄκρων αὐτῶν.» Τότε καὶ τὰς ἐν τοῖς οὐρανοῖς ἀποδώσει μονὰς πρὸς τὴν ἀξίαν ἑκάστῳ, τότε τῶν εἰς συμμορίας καὶ βίους ἡγήσονται διαιρουμένων οἱ τούτων πρωτεύοντες. Οὕτω ταῦτα συμπεράνας πάλιν εἰς τὸν δεσπότην Χριστὸν μεταφέρει τὴν πρόρρησιν, ὃς κατὰ τὸν παρόντα βίον ταῦτα τῇ ἐκκλησίᾳ δεδώρηται καὶ τ ὴν μέλλουσαν πολιτείαν ὑπέσχετο. 611Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με κύριος. Οὐ δεόμεθα πολλῶν ἀποδείξεων ταύτην ἑρμηνεύοντες τὴν προφητείαν· αὐτὸς γὰρ ἡμῖν ταύτην σαφῆ πεποίηκεν ὁ δεσπότης. Εἰς γὰρ τὴν συναγωγὴν εἰσελθὼν καὶ τόδε τὸ βιβλίον λαβών, εἶτα ἀναπτύξας καὶ τήνδε τὴν προφητείαν ἀναγνοὺς ἔφη πρὸς τοὺς ἀκούοντας· «Σήμερον ἐπληρώθη ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν» καὶ ἔδειξεν ἄντικρυς ἑαυτὸν διὰ τοῦ προφήτου περὶ αὐτοῦ ταῦτα φθεγξάμενον. Ἐχρίσθη δὲ τῷ παναγίῳ πνεύματι οὐχ ὡς θεὸς ἀλλ' ὡς ἄνθρωπος. Καὶ ἤδη δὲ ἐν τοῖς ἔμπροσθεν τοῦτο πολ λάκις ἐδείξαμεν. Εὕραμεν δὲ ἐν τῷδε τῷ βιβλίῳ κείμενον· «Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ' αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει», καὶ πάλιν· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν.» Αὐτὸς τοίνυν ἐνταῦθά φησιν· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με κύριος. Καὶ τὰς αἰτίας λέγει τῆς χρίσεως· Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Εἰς ἐσχάτην γὰρ πτωχείαν ἐξέ πεσε τῶν ἀνθρώπων ἡ φύσις, διαφερόντως δὲ τὰ ἔθνη τοῖς εἰδώλοις δουλεύοντα. Ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλε ψιν. Ταῦτα πάντα τοὺς ἀνθρώπους καλεῖ· πτωχοὺς μὲν ὡς τὸν οὐράνιον ἀπολέσαντας πλοῦτον, συντετριμμένους δὲ τὴν καρδίαν ὡς τὸ λογικὸν διαφθείραντας, τυφλοὺς δὲ ὡς θεὸν ἀγνοήσαντας καὶ τῇ κτίσει λατρεύσαντας, αἰχμαλώτους δὲ ὡς πρὸς τὸν τύραννον αὐτομολήσαντας καὶ τῆς προτέρας ἐκπεσόντας ἐλευθερίας. 2Καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταπο δόσεως τῷ θεῷ ἡμῶν. Οὐ γὰρ μόνον ἡμῖν τὴν τῶν ἁμαρτη μάτων ἄφεσιν ἐδωρήσατο καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἀπήλλαξε καὶ τὸ θεῖον ὑπέδειξε φῶς, ἀλλὰ καὶ τὴν μέλλουσαν ἐπηγγείλατο βιοτὴν καὶ τὴν δικαίαν ἠπείλησε κρίσιν.