1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

157

οὐκ ἔστιν σημαῖνον Θεόν. Τότε δὲ μάλιστα τοῦτ' ἔσται πλη̣ρουμένης τῆς εὐχῆς τῆς πρὸς ἑτέροις λεγούσης πρὸς τὸν Θεόν· «Ἁγιασθήτω τὸ ὄνομά σου.» Κατὰ τρόπον γάρ τινα χραίνεται τὸ ὄνομα τοῦ Θεοῦ βλασφημούμενον καὶ βεβηλούμενον ἐν τοῖς ἔθνεσιν διὰ τοὺς μὴ καταλλήλως αὐτῷ φρονοῦντας καὶ πράττοντας, το´̣τε δὲ ἁγιαζόμενον ὅταν ἐπὶ πάντας καλοὺς καὶ ἀγαθοὺς ἀποδειχθέντας ἀμολύντως ἡ Θεοῦ προσηγορία ἀναδεικνυ´̣ηται, τοῦ Θεοῦ πάντα ἐν πᾶσιν γινομένου ἐπὶ τῷ τέλει τῶν πραγμάτων. 5.98 Ἁγιάζεται τὸ τοῦ Θεοῦ ὄνομα καὶ τότε ὅτε οὐκ ἐπικείμενον ἦν ἔτι ξοάνοις καὶ δαίμοσιν καὶ τῇ κτίσει ὡς ἓν εἶναι παρὰ πᾶσιν τὸ ὄνομα τοῦ Θεοῦ. 5.99 Τοῦ Θεοῦ ἑνὸς καὶ τοῦ ὀνόματος αὐτοῦ ἑνὸς ἀποδειχθέντος, τί διαδέχεται ἐπιστατέον. Ἐπὶ πᾶσαν τὴν γῆν κυκλόθεν καὶ τὴν ἔρημον ο῾̣ Κ̣υ´̣ρ̣ι̣ο̣ς̣ καὶ σ̣·· εἷς̣ ὁμολογηθήσεται καὶ το`̣ ὄνομα αὐτοῦ. Ἔρημον ἐνθάδε τὴν ἀπὸ ἐθνῶν Ἐκκλησίαν ἐκδεκτέον, γῆν τὸν λαὸν ἐκ περιτομῆς. Ἀμφότεροι γὰρ οἱ λαοὶ ἑνὶ Κυρίῳ δουλεύσουσιν, ἄλλον οὐκ ἐπιστάμενοι ἢ τὸν εἰρηκότα Θεόν· «Πλὴν ἐμοῦ οὐ γνώσει Θεὸν» καὶ πλὴν τοῦ ὀνόματός μου τοῦ μεγαλυνθέντος ἐπὶ πάντας. Ἕνα δὲ Θεὸν ἀκούοντες, ·····οῦμεν τὴν Τριάδα, ὡς περὶ Πατρὸς νομίζειν εἶναι τὴν σημασίαν, οὐ μη`̣ν τοῦ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Μία γὰρ θεότης Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὡς α᾿̣ποδέδεικται διὰ πλειόνων ἐν τῷ περὶ Υἱοῦ λόγῳ. 5.100 Ἑνὸς Κυρίου ἀποδειχθέντος καὶ τοῦ ὀνόματος αὐτοῦ ἑνὸς κύκλῳ πάσης τῆς γῆς καὶ ἕως τῆς ἐρήμου, ἀρχὴν ἔσχεν ἡ νόησις «ἀπὸ Γάβελ», ἥτις μεταλαμβάνεται εἰς μαρτυρίαν, ἐκείνην περὶ ἧς ὁ Σωτὴρ ἐδίδαξεν ἐν Εὐαγγελίῳ, εἰπών· «Ἐραυνᾶτε τὰς γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.» Συμφώνως καὶ ὁ ἀπόστολος Παῦλος γράφει «μαρτυρουμένην εἶναι τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ δικαιοσύνην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν», ἀπὸ τῆς θείας μαρτυρίας γνωσθέντος ὅτι εἷς ὁ Θεὸς καὶ ἓν τὸ ὄνομα αὐτοῦ «ἕως Ῥεμμών», ἑρμηνευόμενον ὑψωμένον ἢ μεμετεωρισμένον. Ποῦ γὰρ ἔδει φθάνειν τὴν θείαν μαρτυρίαν ἢ εἰς τὸν ὑψηλὸν καὶ μετέωρον νοῦν, τῆς μαρτυρίας οὔσης δείξεως αὐτῆς; 5.101 Λέγει δέ που· Ἡ μαρτυρία καὶ τὸ ὕψος ὑπάρχει καὶ ε̣υ῾̣ρ̣ίσκεται κατὰ νότον τῆς πνευματικ̣ῆς Ἰερουσαλήμ̣. Εἴρηται περὶ νότου ἐν τοῖς ὀλίγῳ πρότερον εἰς τὸ παραλημφθὲν ἀπὸ τοῦ Ἄισματος τῶν Ἀισμάτων· «Ἐξεγείρου, βορρᾶ, και`̣ ἔρχου, νότε.» ∆ιό, ἵνα μὴ πολλάκις τὰ αὐτὰ λέγωμεν, α᾿̣ρκούμενοι τοῖς τότε ῥηθεῖσιν, χωρ̣ητέον ἐπὶ τὰ ἑξῆς. 5.102 «Ῥαμά, φησίν, ἐπὶ τόπου μενεῖ», οὐ μετακινουμένη ἐξ ἑτέρου εἰς ἕτερον τόπον, ἀλλ' ἑρμηνευομένη μετεωρισμὸς ἢ μεμετεωρισμένη. Ποῦ δὲ δεῖ μένειν τὴν διὰ ὕψος ὑπερβάλλον τυγχάνουσαν μεμετεωρισμένην ἢ ἐν τῷ ὑψηλῷ τόπῳ, οὐχ ὑποβαίνουσαν οὐδὲ κινουμένην· κατάλληλον γὰρ καὶ ἐπωφελὲς μένειν ἐν τῇ ἁγιότητι τοὺς φθάσαντας μετὰ πολλὴν προκοπὴν εἰς τὸ τέλος καὶ τὴν κατ' αὐτὴν τελειότητα. 5.103 Πύλη τοῦ Βε̣νιαμὶν μεταλαμβανομένου εἰς τὸ δεξιᾶς ἢ ἡμερῶν υἱός, ἡ εἰσαγωγὴ τῶν θείων μυστηρίων ἐστὶν καὶ δογμάτων τῆς εὐθείας, δι' ἧς εἰσέρχεται ὁ πάντα πεφωτισμένως καὶ δεξιῶς πράττων καὶ διανοούμενος, υἱὸς δεξιᾶς καὶ ἡμερῶν προσαγορευόμενος. 5.104 Ἐπίστησον εἰ υἱὸς ἡμερῶν ὑπάρχει ὁ τοῦ φωτὸς υἱὸς περὶ οὗ καὶ τῶν παραπλησίων αὐτῷ ὁ Σωτὴρ εἶπεν «φρονιμω̣τέρους τοὺς υἱοὺς τοῦ αἰῶνος τούτου ἐν τῇ γενεᾷ αὐτῶν ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτός», οἷς γράφεται· «Ὡς τέκνα φωτὸς οὕτω περιπατεῖτε.» 5.105 «Ἀπὸ τῆς πύλης» τῶν πεφωτισμένων καὶ τῶν δεξιῶν, ἥτις ἐστὶν «πρώτη» διὰ τὸ τυγχάνειν εἰσαγωγή, «ἕως τῶν πυλῶν τῶν γωνιῶν». Αἱ πύλαι καὶ γ̣ωνίαι διχῶς νοοῦνται· ἅπαξ μὲν ὡς οὖσαι ἐπαινεταί ··τ̣αι, διὰ τὸ ἕνωσιν ποιεῖν τοίχων, ὧν κεφαλὴ ὁ ἀκ̣ρογωνιαῖος λίθος Χριστὸς θεμέλιος καὶ τέλος ἀποδέδεικται· «Λι´̣θος ὃν ἀπ̣εδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας», ὢν καὶ θεμέλιος τῶν ἐπ' αὐτῷ οἰκοδομουμένων, οἷς προσφωνῶν ὁ σοφὸς ἀρχιτέκτων ὁ