1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

157

Ἐνιαυτὸν γὰρ |178 a| δεκτὸν τὴν προτέραν αὐτοῦ παρουσίαν οἶμαι χρηματίζεσθαι, ἡμέραν δὲ ἀνταποδόσεως τῆς κρίσεως τὴν ἡμέραν. Παρακαλέσαι πάντας τοὺς πενθοῦν τας. Τῇ γὰρ ἐλπίδι τῆς ἀναστάσεως ἐκέρασε τοῦ θανάτου τὴν ἀθυμίαν. 3∆οθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν αὐτοῖς ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας. Τό· ἄλειμμα εὐφροσύνης, ὁ Θεοδοτίων καὶ ὁ Σύμμαχος «ἔλεον ἀγαλλιάσεως» ἡρμήνευσαν. Αἰνίττεται δὲ τὸ μυστικὸν χρῖσμα, οὗ ἀξιούμενοι τὴν εὐφροσύνην δεχόμεθα καὶ τῆς δόξης τὴν ἀμπεχόνην· τὴν γὰρ καταστολὴν στολὴν νοητέον. Οὕτω γὰρ καὶ ὁ Θεοδοτίων· «περιβόλαιον καυχήματος», καὶ ὁ Σύμμαχος· «περιβόλαιον ὑμνήσεως». Τὸ δέ· ἀντὶ πνεύματος ἀκη δίας, οἱ Τρεῖς «ἀντὶ πνεύματος ἀμαυροῦ» τεθείκασ ιν . Ἐξελάσας γὰρ ἀφ' ἡμῶν τὸ ἀμαυρὸν καὶ σκυθρωπὸν τῆς ἀκηδίας πνεῦμα, τῆς δόξης ἡ μῖν τὴν περιβολὴν τέθεικεν. Ἐθρηνῴδουν δὲ διαφερόντως οἱ τὴν Σιὼν οἰκοῦντες ἅγιοι τὴν τῶν οἰκητόρων αὐτῆς ὁρῶντες ἀσέβειαν. Ἐκ τούτων ὁ μέγας ἐκεῖνος Συμεὼν ὁ καὶ χρηματισθεὶς τοῦ «μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν χριστὸν κυρίου», ἐκ τούτων ἡ προφῆτις Ἄννα καὶ ἕτερ οι ἦσαν πολλοὶ τὴν μὲν Ἰουδαίων παρανομίαν θρηνοῦντες τὴν δὲ τοῦ θεοῦ σωτηρίαν προσ μένοντες· τού τοις ἔλυσε τὸ πένθος ἐπιφανείς. Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα κυρίου εἰς δόξαν. Τουτέστιν οὗτοι οἱ ἐκ τῆς Σιὼν ἐκλεγόμενοι, οἱ δυοκαίδεκα, οἱ ἑβδομήκοντα, οἱ ἑκατὸν εἴκοσι, οἱ πεντα κόσιοι, οἱ τρισχίλιοι, αἱ πολλαὶ μυριάδες. Οὕτω καὶ ὁ μακάριος λέγει ∆αυίδ· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον.» Οἱ δὲ Τρεῖς ἀντὶ τοῦ· γενεαὶ δικαιοσύνης, «ἰσχυροὶ τῆς δικαιοσύνης, φυτὸν κυρίου εἰς τὸ δοξασθῆ ναι» τεθείκασιν. Οἷον γάρ τινες ἄριστοι τῆς εὐσεβείας στρατηγοὶ τὴν οἰκουμένην περινο στήσαντες κατέλυσαν τὴν ἀσέβειαν καὶ πρῶτοι γενόμενοι τοῦ κυρίου φυτὰ τὴν ἔρημον κα τε φύτευσαν. 4Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξερημωμένας πρότερον ἐξαναστήσουσι καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξερημωμένας ἀπὸ γενεᾶς καὶ γενεᾶς. ∆ειξάτωσαν ταῦτα Ἰουδαῖοι γεγενημένα. Ἡμεῖς δὲ δείκνυμεν τὰς ὑπὸ τῆς δυσσεβείας διαφθαρείσας πόλεις ὑπὸ τῶν ἱερῶν ἀποστόλων καὶ τῶν τὸ ἐκείνων κήρυγμα διαδεξαμένων εὐσεβῶς ἀνοικοδομηθείσας τε καὶ νεουργηθείσας. 5Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοὶ ὑμῶν. Ἐξ ἀλλοφύλων γὰρ ἐθνῶν οἱ τῆς ἐκκλησίας διδάσκαλοι, οὓς καὶ ποιμένας καὶ ἀροτῆρας καὶ ἀμπελουργοὺς ὠνόμασεν. 6Ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε, λειτουργοὶ θεοῦ ἡμῶν ῥηθήσεται ὑμῖν. Τὸ δὲ ἀποστολικὸν ὄνομα ἐξαίρετον οἱ τρισμακάριοι ἔσχον ἐκεῖνοι· εἰ γὰρ καὶ τὸ ἐκείνων οὗτοι διεδέξαντο ἔργον, ἀλλ' οὖν τὴν ἐκείνων προσηγορίαν οὐδεὶς ἁρπάσαι τολμᾷ. Ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. Τὴν γὰρ κρατοῦσαν ἀσέβειαν καταλύσαντες τὸν πνευματικὸν αὐτοῖς χορη γήσατε πλοῦτον θαυμαζόμενοι παρὰ πάντων ἐπὶ τῇ ξένῃ μεταβολῇ. 7Ἀντὶ τῆς αἰσχύνης αὐτῶν τῆς διπλῆς καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Πρὸς τοὺς ἱεροὺς ἀποστόλους ταῦτα λέγει · Μὴ δυσχεράνητε διωκόμενοι καὶ στρεβλούμενοι καὶ ὀνείδη παρὰ πάντων δεχόμενοι καὶ μυρία θανάτου ὑπομένοντες εἴδη· διὰ γὰρ τῶν ὑμετέρων παθημάτων τεύξεται τῆς σωτηρίας τὰ ἔ θνη καὶ τῆς τῶν εὐφραινομένων μερίδος γενήσεται. ∆ιὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσιν. Καὶ δεικνὺς τῆς κληρονομίας τὸν τρόπον ἐπήγαγεν· Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἀπαλλαγήσε ται γὰρ ἡ γῆ τῆς προτέρας ἀρᾶς καὶ ἔσται καινή, ἣν περίκειται νῦν ἀποδυομένη |178 b| φθοράν. Οὕτω γὰρ καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθή σεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.» ∆ευτέραν τοίνυν κληρο νομίαν τὸν μέλλοντα βίον ἐκάλεσεν. 8Ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις <καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς>. <...> <Τὸ δέ· καὶ δώσω τὸν μόχθον