1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

158

θεὶς τὴν κ̣εφαλὴν τῆς Ἐκκλησίας ὧδε χαράττει· «Ἐποικοδομηθέντε̣ς ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος αὐτοῦ ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ.» 5.106 Ἔσχεν δὲ Παῦλος εἰπεῖν ἀκρογωνιαῖον λίθον τὸν Σωτῆρα, ἄνωθεν ἐκ τῆς Ἠσαΐου προφητείας λαβὼν ἐφ' ἑαυτῷ τὸ προφητικὸν ἐκ προσώπου τοῦ Θεοῦ· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτ̣ὸν ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ.» Καὶ Πέτρος δὲ ὁ Χριστοῦ μαθητὴς ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ ἔθηκεν ὡς λίθος ζῶν τυγχάνων ὁ Κύριος θεμέλιος καὶ κεφαλὴ ὑπάρχει τῆς ἱερᾶς οἰκοδομῆς τῆς Ἐκκλησίας. 5.107 Ἄλλως δὲ περὶ τῶν γωνιῶν ἔστι φάναι ὡς ἐψευσμένων, ἐν αἷς οἱ ὑποκριταὶ ε῾̣στηκότες προσεύχονται, ἐναβρύνονται φιλοδοξίᾳ ·····κω̣ς̣ δόξωσιν θεοσεβεῖς εἶναι. Καὶ γὰρ αὗται αἱ γωνίαι αἳ ἀπὸ τῆς πρώτης ἄρχονται πύλης οὐκέτι σῴζουσαί εἰσιν. Οὐδὲν γὰρ ἕτερόν ἐστιν γωνία ἢ κλάσις τῆς εὐθείας, ἐπ̣ε̣ι̣··· οι̣······ εἰσαχθῆναι εἰς ἐπιστήμην ἢ ἀρετὴν μὴ οδ̣····· π······τες ἔξω γίνονται τῆς εὐθείας, ἐν γωνίαις ···· στ̣····ιν καὶ διατριβὴν ἔχουσιν. 5.108 Ἐν ταύταις ταῖς γων̣ίαις κα̣ὶ χείροσιν αὐτῶν ἐνεδρεύει ἡ προσωποποι̣ο̣υμένη π̣όρνη ἐν ταῖς πλατείαις ἤτοι ψευδοδοξ····· αν̣···ουσα αἰσχρά. «Ἐν οἴκῳ γάρ, φησίν, οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς· χρόνον γα´̣ρ τινα ἔξω ῥέμβεται, χρόνον δ' ἄλλον παρὰ πᾶσαν γωνία̣ν πλατείας ἐνεδρεύει» ε·· ρ··· α᾿̣πάτη τοῦ ἀφραίνοντος νεανίου. Οὐ γὰρ ἄλλον τ̣ινὰ θηρα῀̣σαι δύναται στωμυλευομένη ἢ τὸν νεαρὸν το̣ῦτον ἐνδεῆ φρενῶν ὄντα, οὐδ' ὅλως προσερχομένη τῷ κατὰ φρόνησιν πεπολιωμένῳ καὶ ἔχοντι τίμιον γῆρας τὸν ἀκηλίδωτον βίον. 5.109 Ἐπειδὴ δὲ καὶ ψεκταὶ καὶ ἐπαινο̣ύμεναι γωνίαι ηὑρέθησαν ἐν τῇ γραφῇ, ἐπιστήσωμεν τῇ διαφορᾷ αὐτῶν, ἵνα ἰδῶμεν ποίας φεύγειν καὶ ποίας οὐ προσήκει. 5.110 Αἱ μετὰ τὴν πύλην Βενιαμὶν καὶ κατὰ τιμὴν πρώτην εἰσὶ γωνιῶν πύλαι τῶν ἡνωμένων καὶ συμφωνούντων εἴσοδοι ἃς καλὸν εἰσιέναι-δικαιοσύνης γάρ εἰσιν-περὶ ὧν πρόσταξις δίδοται· «Ἀνοίξατε πύλας, εἰσελθάτω λαὸς φυλάσσων ἀλήθειαν», καὶ τὰ ἑξῆς· περὶ τούτων ὁ ὑμνῳδὸς κέκραγεν· «Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς, ἐξομολογήσομαι τῷ Κυρίῳ», τῶν μὴ ἀγαθῶν γωνιῶν οὐ καθάπαξ λεγομένων γωνιῶν, ἀλλ' αὐτὸ τοῦτο τῶν πλατειῶν γωνιῶν, πλατειῶν δὲ οὐ τῶν ἐν αἷς ἡ σοφία παρρησίαν ἄγει, ἀλλὰ τω῀̣ν ·υ̣·φ̣·ε̣ω̣ν τῆς πλατείας καὶ εὐρυχώρου ἀπαγούσης εἰς τ̣ὴν ἀπώλειαν. 5.111 Φθάνουσαι δὲ αἱ ἐπαινούμεναι εἴσοδοι ἕως τοῦ πύργου Ἁναμεήλ, ἑρμηνευομέν·υ̣ χάρ̣ι̣τι π̣εριτομή. Χάρις δὲ περιτομῆς ὑπάρχει οὐχ ἡ τῆς σαρκὸς κατὰ γράμμα τελουμένη, ἀλλ' ἡ τῆς καρδίας κατὰ πνεῦμα ζωοποιοῦν γινομένη. Πύργος δὲ Ἁναμεὴλ εἶναι δύναται ἡ κατὰ τὸ εὐαγγελίον καὶ τὸν ἐν κρυπτῷ ἰουδαϊσμὸν πολιτεία. 5.112 Ἐξ οὗ γὰρ ὁ Σωτὴρ ἐδίδαξεν φήσας τοῖς μαθηταῖς· «Τίς ἐξ ὑμῶν ὃς θέλει πύργον οἰκοδομῆσαι οὐ καθίσας πρῶτον ψηφίσει εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, ἄρξωνται οἱ θεωροῦντες ἐμπαίζειν αὐτῷ, λέγοντες· οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι»· περὶ βίου πρα̣κτικοῦ καὶ θεωρητικοῦ παραβολῆς τρόπῳ εἴρηται. Ἀλλ̣' οὐ τοιοῦτοι οἱ τὴν χάριν περιτομὴν ἔχοντες· θέντες γὰρ θεμέλιον ἐπλήρωσαν τὴν οἰκοδομήν, ὡς καὶ δῶμα καὶ στεφάνην ἐπιθεῖναι. 5.113 Προτεθειμένοι γὰρ πύργον οἰκοδομῆσαι τὸν ἑαυτῶν βίον, ἐξετέλεσαν αὐτόν, ὡς ἐν αὐτῷ τὴν καταφυγὴν καὶ τὴν ἀσφαλ̣η῀̣ διατριβὴν ἔχειν, διὰ τὸ σκοπεύειν τοὺς πόρρωθεν ἐπειγομένους πολεμίους. Τοῦτο πληρώσας τὸ οἰκοδόμημα ὁ ὑμνῳδὸς χαριστηρίως τῷ συνεργήσαντί φησιν· «Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.» 5.114 Ὁ φθάσας μέχρι τοῦ πύργου τοῦ τῆς περιτομῆς ὑπ̣αρχούσης χάριτος καὶ μέχρι τῶν ὑποληνι´̣ων τοῦ μεγάλου βασιλέως Χριστοῦ φθάσας, κατοικεῖ ἐπὶ κλίτει ὡς λαβεῖν τὴν σταφυλὴν τὴν τρυγωμένην ἀπὸ τῆς ἀμπέλου τῆς ἀληθινῆς καὶ τ̣ῶν καρποφορούντων̣ κλημάτων