1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

160

λόγον εἰς ἐρώτησιν ὁ προφήτης· μηνύει δὲ ὡς οἶμαι τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ δεσπότου. Καὶ τὸ ψαλμικὸν μεμίμηται σχῆμα· καὶ γὰρ ἐκεῖ ὁμοίως ἐρωτῶσί τινες· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» οὐκ ἐπειδὴ ἠγνόουν αἱ ἐπουράνιαι δυνάμεις τὸν ἀνιόντα, ἀλλὰ διὰ τῆς ἐρωτήσεως καὶ ἀποκρίσεως ἡμᾶς ἀκριβέστερον ἐκδιδάσκουσαι τοῦ ἀναληφ θέντος τὴν φύσιν. Οὕτω καὶ ἐνταῦθα πυνθάνονταί τινες· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; Ἐδὼμ δὲ τὴνἐρυθρὰν ὀνομάζουσι γῆν, Βοσὸρ δὲ τὴν σάρκα· θαυμάζουσι δὲ ὅτι ἐν γηίνῃ καὶ σαρκίνῃ στολῇ ἄρρητον τοῦ περιβε βλη μένου τὸ κάλλος καὶ τοσοῦτον ὡς βιάζεσθαι τοὺς ὁρῶντας εἰς ἔρωτα. Τούτου τοῦ κάλλους καὶ ὁ μακάριος μέμ νηται ∆αυίδ· «Ὡραῖος» γάρ φησι «κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Ὅτι Ἐδὼμ τὸ πυρρὸν ἑρμηνεύεται, ἄ ντικρυς τῆς νύμφης ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων βοώσης. «Ὁ ἀδελφιδός μου πυρρὸς καὶ λευκός». ∆ι πλῆ ἡ φύσις· διὸ λευκὸν μὲν καλεῖ τὸ ἀπρόσιτον τῆς θεότητος φῶς, πυρρὸν δὲ τὸ ἀνθρώπειον εἶδος. Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Τοῖς θαυμάζουσιν αὐτοῦ τὸ κάλλος ταύτην δέδωκε τὴν ἀπό κρισιν· Ἐγώ φησι διδάξω ὑμᾶς τῆς δικαίως γεγενημένης σωτηρίας τὸν τρόπον. Εἶτα πάλιν ἐρωτῶσιν · 2Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς πάτημα τοῦ ληνοῦ; 3Πλήρης καταπεπατημένης. Στολὴν αὐτοῦ καὶ ἱμάτιον τὴν ἀνθρω πότητα προσαγορεύει· ἀπὸ δὲ τῆς πλευρᾶς αὐτοῦ «ἐξῆλθεν αἷμα καὶ ὕδωρ» κατὰ τὴν τοῦ εὐαγγελιστοῦ μαρτυρίαν. Ληνὸν δὲ ὀνομάζει τὴν τῶν πολεμίων κατάλυσιν· καθάπερ γὰρ ἐν ταῖς ληνοῖς ἅπαντες οἱ βότρυες ἀποθλίβονται, οὕτω καὶ τὸν διάβολον καὶ πᾶσαν αὐτοῦ τὴν φάλαγγα παντελῶς ὁ δεσπότης κατέλυσεν. ∆ιδάσκει τοίνυν τοὺς ἐρομένους ὅπερ μαθεῖν ἐβουλήθησαν· Ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ· καὶ κατεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου καὶ κατέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. Καὶ κατερ ράνθαι λέγει τὰ ἱμάτια τῷ κατανικήματι τῶν ἐχθρῶν. 4Ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν. Καιρὸς γάρ ἐστι καὶ τούτους δοῦναι ὧν ἐτόλμησαν δίκας καὶ τοὺς ἀδίκως αὐτοῖς δεδουλευκότας ἐλευθερίας τυχεῖν. 5Καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατό με ὁ βραχίων μου. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ.» Οὕτω καὶ ἐνταῦθα ὁ κύριος ἔφη ὅτι οὐδεὶς ἦν ὁ βοηθῶν καὶ οὐδεὶς ἀντελαμβάνετο-οὐ γὰρ εἶχε συνερ γοῦσαν τὴν τῶν ἀνθρώπων δικαιοσύνην-, ἤρκεσε δὲ ὁ ἐμὸς βραχίων τοῦ καταλῦ σαι τοὺς πολεμίους. Βραχίονα δὲ καλεῖ τῆς δικαιοσύνης τὴν δύναμιν· ἀκηλίδωτον γὰρ καὶ ἁμ αρτίας ἐλευθέραν διεφύλαξε καὶ ἣν ἀνέλαβε φύσιν. Καὶ ὁ θυμός μου αὐτὸς ὑπέστη, 6καὶ κατεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου καὶ ἐμέθυσα αὐτοὺς ἐν τῷ θυμῷ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν. Ἀντὶ τοῦ αἵματος οἱ Τρεῖς Ἑρμηνευταὶ «τὸ νεῖκος» τεθείκασιν. ∆ικαίᾳ χρησά μενός φησι κατ' αὐτῶν ὀργῇ πανωλεθρίᾳ παρέδωκα· καὶ οἷόν τινι κάρῳ τῇ συμφορᾷ κατε χόμενοι ἀκίνητοι κεῖνται ὑπὸ τῶν δορυαλώτων πατούμενοι. Ταύτης τοίνυν τῆς εὐεργεσίας ἀπολα ύσαντες καὶ τῆς πικρᾶς ἐκείνης ἀπαλλαγέντες δουλείας τὸν τούτων αἴτιον |180 a| ἀνυμνήσωμεν. Αὐτὸς γὰρ τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος πόλεμον ἡμῖν ἔ δωκ ε τῆς νίκης καὶ τῆς εἰ ρήνης τὸ δῶρον, ὧν εἰς τὸ τέλος ἀπολαύοιμεν χάριτι τοῦ νενικηκότος, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ πανα γίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 20 ΤΟΜΟΣ Κʹ 7Τὸν ἔλεον κυρίου ἐμνήσθην, τὰς ἀρετὰς ἀναμνήσω, τὴν αἴνεσιν κυρίου ἐπὶ πᾶσιν οἷς ἡμῖν ἀνταποδίδωσιν. Τὴν ἄφατον τοῦ δεςπότου προθεσπίσας φιλανθρωπίαν καὶ τὴν διὰ τῆς ἐνανθρωπήσεως γεγενημένην σωτηρίαν προαγορεύσας μάλα εἰκότως ἐπήγαγεν· τὸν ἔλεον κυρίου ἐμνήσθην. Ἐλέου γὰρ καὶ φιλανθρωπίας ἡ τῆς ἐνανθρωπήσεως χάρις. Τὰς μέντοι ἀρετὰς ὁ μὲν Ἀκύλας «ὑμνήσεις», ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος «αἰνέσεις» ἡρμήνευσαν· τὸ δὲ ἀνταποδίδωσιν ὁ Σύμμαχος