1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

162

5.144 Παραπλησίως τῇ πτώσει τῶν ἵππων καὶ οἱ ἡμίονοι πεσοῦνται, διὰ στείρωσιν ψυχῆς οὕτω κ̣αλούμενοι. Περὶ ἀμφοτέρων τούτων τῶν ζῴων, τοῖς ἀνθρώποις ὁ θεῖός φησιν λόγος· «Μὴ γίνεσθε ὡς ἵππ̣ος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.» Ὥσπερ δὲ ἵπποι καλοῦνται οἱ γ̣υναιμανεῖς καὶ πολύκοινοι, οὕτως ἡμίονος ῥηθείη ἂν ἀλληγορικῶς ἡ ἄφθορον ἔχουσα τὸ σῶμα παρθένος, μὴ μὴν ἁγία οὖσα τῷ πνεύματι. ∆ιὰ τὴν τοιαύτην στείρωσιν καὶ ὁ εὐνουχισθεὶς οὐ διὰ τὴν βασιλείαν τῶν οὐραν̣ῶν, ἀλλ' ἀρεσκείας τῆς πρὸς ἀνθρώπους ἕνεκα, ἡμίονος κέκλητ̣αι. 5.145 Μετὰ τὴν πτῶσιν, οἱ ἀποδοθέντες ἵπποι καὶ ἡμίονοι ἀναστάντες ὀχούμενον ἐπ' αὐτοὺς ἕξουσιν τὸν πρὸς ὃν εἶπον οἱ ἅγιοι· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σ̣ου σωτηρία.» Ὡσαύτως καὶ ὁ ἡμίονος τὴν ἑρμηνευθεῖσαν μεταβολὴν σχὼν ἕξει τὸν ∆αυίδ, τὸν Σωτῆρά φημι, ἐφεζόμενον καὶ ὀχούμενον βασιλικῶς. 5.146 Τῷ ἀποδοθέντι τρόπ̣ῳ ἐκπεσοῦνται καὶ ἀναστήσονται οἱ κάμ̣ηλοι καὶ οἱ ὄνοι καὶ πάντα τὰ ἄλλα κτήνη τυγχάνοντα ἐν ταῖς̣ π̣αρεμβολαῖς ἐκείναις, ταῖς καταλλήλοις δηλονότι. Κατὰ τὴν πτῶσιν τῶν ἵππων καὶ τῶν ἐφεξῆς λεγομένων, κάμηλοι τυγχάνουσιν κατὰ τροπολογίαν οἱ ἄνθρωποι οἱ μελετῶντες δῆθεν τὸν θεῖον νόμον, ἄνευ τοῦ δ̣ιαστε´̣λ̣λειν τὸ πρακτέον καὶ μὴ πρακτέον. 5.147 Ἠμὲν γὰρ ἀνάγουσιν μηρυκισμὸν «λεπτύνοντες» καὶ λεαίνοντες «ὡς χνοῦν» τὴν προκαταβεβλημένην τροφὴν μελετητικοὺς τοῦ νόμου αἴροντες λόγους, ἠδὲ οὐ διχηλοῦσιν ὁπλὴν οὐδὲ ὀνυχίζουσιν ὀνυχιστῆρα, ἀκάθαρτοι τυγχάνουσιν, οὐ διαστέλλοντες τὸ πρακτέον ἀπὸ τοῦ μὴ τοιούτου. 5.148 Τοιοῦτοι τυγχάνουσιν οἱ κατὰ σάρκα Ἰουδαῖοι, οὐ διαιροῦντες ἀπὸ τοῦ γράμματος τὸ πνεῦμα, ἀπὸ τῆς σκιᾶς τὴν ἀλ̣ήθειαν, ἀλλ' οὐδ' ἀπὸ τῶν ἐναρέτω̣ς τελουμένων καὶ κατὰ κακίαν ἐνεργούμενα, ὅθεν το´̣· Νομίζονται ὡς «ἁμαρ̣τωλὸν ἔθνος καὶ λαὸς πλήρης ἁμαρτιῶν», οὐκ αὐτάρκως ὄντος πρὸς καθαρότητα τοῦ κενῶς, τοῦτ' ἔστιν ματαίως μελετᾶν, κατὰ τὸ περὶ αὐτῶν εἰρημένον· «Λαοὶ ἐμελέτησαν κενά.» Ἔξω γὰρ γενάμενο̣ι τῆς μαθήσε̣ως τοῦ «γ̣εννήσαντος αὐτοὺς καὶ ὑψώσαντος», ἤκουσαν πάντες ὡς εἷς· «Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς.» 5.149 Τῶν κατὰ σάρκα Ἰσραηλιτῶν καμήλων τυγχανόντων δι̣α`̣ τ̣ο`̣ πῂ μὲν ἔχει̣ν̣ τὸ τεκμήριον τῶν καθαρῶν, πῂ δὲ τῶν ἀκαθάρτων, οἱ εἰδωλολάτραι ὄντες ἀκάθαρτοι ὄνο̣ι εἰσὶν ἀχαλίνωτοι καὶ κάτω νενευκότες, ὀγκητικοὶ ὄντες διὰ τὸ ἀνόητον καὶ ἄλογον. Καὶ ἐπεὶ οὗτοι παρ' ἑαυτοὺς εἰς ταύτην ἦλθον τὴν κατάστασιν, δυνατῶς ἔχουσιν πεσεῖν α᾿̣π' αὐτῆς, ἵνα ἀναστάντες ἀγαλματοφοροῦντες πάλιν εἰσέλθωσιν εἰς τὴν ἀποδοθεῖσαν πολλάκις πνευματικὴν Ἰερουσαλήμ. 5.150 Ὅτε μὲν γὰρ δεδεμένη ἦν ἡ ὄνος τῷ μετ' αὐτῆς πώλῳ εἰς τὴν κατέναντι κώμην, δηλαδὴ εἰς τὸ κ̣αταντικρὺ τοῦ παραδείσου ὅπου ἐκβέβλη̣ται ὁ παραβὰς τὴν Θεοῦ ἐντολὴν ἄνθρωπος, ἀχθοφόρος ἦν καὶ πολλὴν ἄνοιαν καὶ ἀλογίαν ἔχουσα, ὅτε δὲ ἐπέβη αὐτῇ ὁ Ἰησοῦς ἵν' ἀγαλματοφορούμενος εἰς τὴν Ἰερουσαλὴμ εἰσέλθῃ, μεταβαίνει ἐξ ὄνου εἰς λογικὸν σχῆμα τοῦ λόγου ὡς λεχθῆναι περι`̣ τοῦ Σωτῆρος ὅτι «δεσμεύει πρὸς ἄμπελ̣ον τὴν ὄνον». 5.151 Γέγονε δὲ τοῦτο ὅτ' ἔκτισεν τὸν Ἕλληνα καὶ Ἰουδαῖον εἰς ἔνα καινὸν ἄνθρωπον. Ἄμπελος μὲν γ̣α`̣ρ̣ ἦν ὁ ἐκ περιτομῆς λαός, περὶ οὗ εἴρηται πρὸς τὸν Θεόν· «Ἄμ̣πελον̣ ἐξ Αἰγύπτου μετήρας, καὶ ἐξέβαλας ἔθνη καὶ κατεφύτευσας αὐτήν», πρὸς ἣν ὁ φυτουργὸς εἶπεν· «Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν̣.» 5.152 Πρὸς το̣ιαύτην ἔδησεν τὸν ἀπὸ τῶν ἐθνῶν λαόν, ἀνόητον ὄντα πρὸ τῆς κλήσεως καὶ πῶλον διὰ τὸ ἄρτι κεκλῆσθαι. 5.153 Ἐπίστησον εἰ καὶ κατὰ θεωρίαν ἄλλην πρὸς ἑαυτὸν ἄμπελον ὄντα ἀληθινὴν συνήγαγεν καὶ ἔδησεν τὸ τῶν ἀνθρώπων γένος, ἵν' ἀπο ········· κτι̣····η τρόπον τῇ ἀμπέλῳ πλησιᾶσαν ω········· ······νεσθαι τῆς δεσμεύσεως ταύτης μ········ς̣· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν Πνεῦμά