1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

163

ἐστιν.» 5.154 Ὁμοίως τοῖς εἰρημένοις ἵπποις, ἡμιόνοις καὶ τοῖς λοιποῖς ὅσοι ἐκ τῶν παρ̣εμ̣βολῶν ἐκείνων, τὴν αὐτὴν μεταβολὴν σχο̣···· ἡμερούμενα καὶ εἰς λογιότητα ἀγόμενα. «Κατὰ τὴν πτῶσιν ταύτην» φησίν, δηλαδὴ τὴν ἡρμηνευμένην. 5.155 Zach. XIV, 16: Καὶ ἐ´̣σται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ε᾿̣θνῶν τῶν ἐλθόντων ἐπὶ Ἰερουσαλήμ, καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 5.156 Οἱ καταλειφθέντες ἀπὸ πάντων τῶν ἐθνῶν προσαναστήσαντές τε και`̣ προσε̣ληλυθότες αὐτῇ κατ' ἐνιαυτὸν ἀναβαίνουσιν προσκυνεῖν τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι ἐν τῷ καιρῷ ἑορτῆς τῆς̣ καλουμένης σκηνοπηγίας, ἣν Ἰουδαῖοι μὲν πρ̣ὸς ἱστορίαν καὶ ῥητὸν ἐκτελοῦσιν, τῶν δικαίων ἀνδρ̣ῶν καὶ ταύτην ὥσπερ καὶ τὰς ἄλλας ε῾̣ορτὰς ἀγυριζόντων. 5.157 Καὶ πρῶτόν γε τὸ ῥητὸν ἴδωμεν ἵνα σύνοπτον καὶ π̣ρὸς ἀλληγορ̣ίαν γένηται. 5.158 Ἔξω τῆς Αἰγύπτου γενάμενος τῶν Ἑβραίων λαός, διαιρεθείσης τῆς Ἐρυθρᾶς θαλάσσης καὶ Φαραὼ καὶ πάσης αὐτοῦ τῆς στρατιᾶς καταποντισθέντων, ου᾿̣κ εὐθέως ἐπὶ τὴν ἁγίαν γῆν ἡ μετάθεσις τῶν βοηθηθέντων ὑπὸ Θεοῦ γέγονεν, ὡς ὅλους τεσσεράκοντα ἐνιαυτοὺς ἐν τῇ ἐρήμῳ διηγιοχέναι, ἔνθα οὔτε πόλις, οὐ κώμη, οὐκ οἰκίαι ἦσαν· καὶ ἐπεὶ οὐ δυνατὸν ἦν πάντη ἀοίκους εἶναι τοὺς μέλλοντα̣ς περ̣α῀̣σ̣αι εἰς τὴν ἁγίαν γῆν, σκηνὰς ἤγειρον πρὸσ σκέπην καὶ κατοίκη̣σιν οἱ τὴν Αἴγυπτον ἐξελθόντες, ἵν̣α καὶ οὕτω̣ μνήμην ἔχωσιν τῆς ὑπαρξάσης εὐεργεσίας κατ' ἐνιαυτὸν σκηνῶν ἐγειρομένων. 5.159 Τῆς σπουδῆς ταύτης μαρτυρία ἔγγυος ὁ δοθείς ἐστι νόμος. Φησὶν γάρ· «Ἐάν σε ἐρωτ̣ήσῃ ὁ υἱός σου αὔριον λέγων· Τί αἱ σκηναὶ αὗται; ἐρεῖς αὐτῷ· Ἐν πολλῷ χρόνῳ παροικήσαντας ἡμᾶς ἐν τῇ Αἰγύπ̣τῳ, ἤγαγεν ὁ Θεὸς ἀπ' αὐτῆς εἰς τὴν ἔρημον ταύτη̣ν, καὶ διὰ τοῦτο τὰς σκηνὰς ἁγίας ἐγείρομεν, ἵν' ὁρωμένων αὐτῶν κατ' ἐνιαυτὸν μηδαμῶς λήθη γένηται τῆς ἀγα̣θῆς δωρεᾶς.» 5.160 Πῶς δὲ ἐπετελεῖτο καὶ πότε ἡ τῶν σκηνῶν ἑορτὴ λεκτέον. «Τῷ ἑβδόμῳ, φησίν, μηνί, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ, καρπὸν ὡραῖον ξύλο̣υ λάβε̣τε καὶ κάλλυνθρα φοιν̣ίκων καὶ κλάδους δασεῖς καὶ κλάδους ἰτέας καὶ ἄγνου ἐκ χειμάρρου τοῦ εὐφρανθῆναι.» 5.161 Τί δὲ του῀̣τ̣' ἂν δηλοῖ ἕκαστον πρὸς ἀναγωγὴν ἀκόλουθον εἰπεῖν. 5.162 ῾Η̣ κατὰ ἀρετὴν καὶ σοφίαν προκοπὴ σκηνὴ προσαγορεύε̣ται, ο῾̣δευόντων οὖσα̣ σκ̣επαστήριον. ∆ηλοῦται ἡ θεωρία ἐν πρώτῳ καὶ τεσσαρακοστῷ Ψαλμῷ, τοῦ σπεύδοντος ἐπὶ τὸν Θεοῦ οἶκον λέγοντος· «∆ιελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ.» Σκηνῆς γὰρ τόπου καὶ προκοπῆς χρεία θαυμαστῆς τῷ διερχομένῳ ἐπὶ τὸν Θεου῀̣ οἶκον, κατοικοῦντος ἀλλ' οὐ σκηνοῦντος ἔτι τοῦ μετὰ πολλὴν προκοπὴν εἰς τὸ τέλος ἐφθακότος, ὡς εἰπεῖν ἱλαρᾷ διαθέσει· «Τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν», καὶ πάλιν· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μ̣ου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» 5.163 Συνᾴδει τῇ εἰρημένῃ νοήσει καὶ τὰ ἐν ὀγδοηκοστῷ καὶ τρίτῳ Ψαλμῷ ἔνθεν ἀρχόμενα ··· «Ὡς ἀγαπητὰ τ̣ὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐπιποθεῖ κα̣ὶ ἐκλ̣είπει η῾̣ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου», καὶ μετ' ὀλίγα· «Μακάριοι πάντε̣ς̣ οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε.» Τελεῖται γὰρ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἡ ὑμνῳδία τοῖς με̣τὰ πᾶσαν προκοπὴν ἐπὶ τὸν οἶκον ὃν ὁ Θεὸς ἐθεμελίωσεν ἐλθοῦσιν. Περὶ τῶν τοιούτων οὐσῶν νοητῶν σκηνῶν ᾄδων ὁ σοφός φησιν· «Φωνη`̣ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» Καὶ ὁ παροιμιαστής φ̣ησιν· «Οἶκοι δικαίων διαμένουσιν»· «σκηναὶ δὲ κατορθούντων σ̣τήσονται.» 5.164 ∆εῖ γάρ ποτε στῆναι τὴν προκοπήν, τοῦ τέλου̣ς̣ διαδεξαμένου, οἴκου καλουμένου. Οὐ γὰρ οἷον καὶ πρεπῶδες ὑπάρχει ἀεὶ προκόπτειν μηδαμῶς ἐρχόμενον ἐπὶ τελευταίαν κατάστασιν, οἶκον προσαγορευομένην, ἐν ᾗ οἱ