1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

163

τοῖς ἱερεῦσι βατὰ ἔρημα ἐγένετο καὶ ὑπὸ τῶν δυσσεβῶν πολεμίων κατεπατήθη. ∆υσσεβεῖς γὰρ ἦσαν οὐ μόνον Βαβυλώνιοι ἀλλὰ καὶ Μακεδόνες καὶ Ῥωμαῖοι, ἡνίκα τὴν Ἱερουσαλὴμ ἐξεπόρθησαν. 19Ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Τῆς παντοδαπῆς ἐκείνης ἐγυμνώθημεν προμηθείας καὶ τοῖς ἡμετέροις ἐοίκα μεν προγόνοις, οἳ ἐν Αἰγύπτῳ δουλεύοντες οὐδέπω σὸς λαὸς ἐχρημάτιζον. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται 641ὡς κηρὸς τήκεται ὑπὸ πυρός, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις σου. Ταῦτα δὲ πεπόνθαμεν οὐ διὰ τὴν σὴν ἀσθένειαν ἀλλὰ διὰ τὴν ἡμετέραν παρανομίαν. Σοῦ γὰρ οὐρανόθεν τὴν οἰκείαν ἐπιφάνειαν ποιουμένου κλονεῖται τὰ ὄρη καὶ κηροῦ δίκην πυρὶ πελάζοντος διαλυθή σεται. Πῦρ δὲ τοὺς ἡμετέρους δυσμενεῖς δαπανήσει καὶ φανερὰ πᾶσιν ἡ σὴ γενήσεται δύναμις. Ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται· 2ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Πάντα σοι ῥᾴδια, πάντα σοι εὐπετῆ· σεῖσαι τὴν γῆν, ταράξαι τὰ ἔθνη. 3Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούςαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ. ∆ι' αὐτῶν μεμαθήκαμεν τῶν πραγμάτων ὡς σὺ μόνος ὑπάρχεις θεός· ἑτέρου γὰρ οὐδενὸς οὔτε ἐθεασάμεθα οὔτε ἠκούσαμεν ἔργα θεῷ πρέποντα. Καὶ τὰ ἔργα σου ἀληθινά. Οὐ γὰρ ἔοικας τοῖς τῶν εἰδώλων τεχνάσμασι καὶ ταῖς παντοδαπαῖς ἐξαπάταις. Καὶ ποιήσεις τοῖς ὑπομένουσί σε ἔλεον· 4συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Ἔδειξε τοῦ ἐλέου τὸ δίκαιον· οὔτε γὰρ ὁ ἔλεος τοῦ θεοῦ ἄκριτος οὔτε ἡ κρίσις ἀνέλεος. ∆ιά τοι τοῦτο τοῖς ὑπομένουσι καὶ τοῖς ποιοῦσι τὸ δίκαιον τὴν τοῦ ἐλέου χορηγίαν συνέ ζευξεν. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. Ἀγανακτεῖς δὲ καθ' ἡμῶν οὐκ ἀδίκως· ἡ γὰρ ἡμετέρα παρανομία τὴν ὀργὴν παραθήγει. Οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· «Ἰδοὺ σὺ ὠργίσθης ἁμαρτανόντων ἡμῶν.» Οὐ γὰρ αὐτοῦ ὀργισθέντος ἥμαρτον, ἀλλ' ἐκείνων ἁμαρτόντων ὠργίσθη. ∆ιὰ τοῦτο ἐπλανήθημεν 5καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες <ἡμεῖς>. Ἡμαρτηκότων ἡμῶν ὠργίσθης· ὀργισθεὶς δὲ τῆς σῆς ἡμᾶς προνοίας ἐγύμνωσας. Ἡμεῖς δὲ ταύτης γυ μνωθέν τες τῇδε κἀκεῖσε περιπλανώμεθα καὶ τῆς σῆς ἐστερήμεθα ἁγιωσύνης μυσαροί τινες καὶ ἀκάθαρτοι γεγε νημένοι. Καὶ ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν. Ἄξιον θαυμάσαι τοῦ προφήτου τὴν σύνεσιν· τῷ γὰρ ἀκαθάρτῳ ῥάκει οὐ τὴν ἁμαρτίαν ἀλλὰ τὴν δικαιοσύνην αὐτῶν ἀπείκασεν. Εἰ δὲ ἡ δικαιοσύνη ἐκείνῳ ἀπείκασται, οὐκ ἔχει εἰκόνα παραβαλλομένη ἡ ἁμαρτία. Καὶ ἐξερρύημεν ὡς φύλλα πάντες ἡμεῖς διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς. Ἔδειξε καὶ διὰ τούτων τῆς τιμωρίας τὸ δίκαιον. Τῆς πολλῆς φησι παρανομίας τίνομεν δίκας καὶ ἐοίκαμεν φύλλοις ὑπὸ λαίλαπος φερομένοις. 6Καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου, ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμῶν καὶ παρέδωκας ἡμᾶς ταῖς ἁμαρτίαις ἡμῶν. Εἰς ἀναλγησίαν ἐξεπέσαμεν καὶ τῶν ἐπικειμένων οὐκ |181 b| αἰσθανόμεθα συμφορῶν οὐδὲ τὴν τούτων αἰτοῦμεν ἀπαλλαγήν· τῆς γὰρ σῆς γυμνωθέντες ἐπιμελείας διὰ τὴν πολλὴν παρανομίαν ἐξεδόθημεν τῇ δουλείᾳ. 7Καὶ νῦν κύριε πατὴρ ἡμῶν σὺ εἶ, ἡμεῖς δὲ πηλός· καὶ σὺ ὁ πλάστης ἡμῶν, ἔργα τῶν χειρῶν σου πάντες ἡμεῖς. Τῆς ἀρχαίας ἀναμιμνῄσκει δημιουργίας καὶ πατέρα καλεῖ καὶ δεσπότην καὶ πλάστην καὶ τὴν ἀνθρωπείαν φύσιν ὀνομάζει πηλόν, ἵνα καὶ διὰ τούτων ἀνοίξῃ τὰς τοῦ ἐλέου πηγάς. 8Μὴ ὀργίζου ἡμῖν κύριε ἕως σφόδρα καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Τό· μὴ ἐν καιρῷ, «μὴ εἰς τὸν αἰῶνα» ὁ Σύμμαχος εἴρηκεν ἀντὶ τοῦ· εἰς τέλος. Οὕτω καὶ ὁ μακάριος ἔφη ∆αυίδ· «Ἵνα τί ὁ θεὸς ἀπώσω εἰς τέλος;», καὶ πάλιν· «Μὴ εἰς τὸν αἰῶνα ὀργισθῇς ἡμῖν», καὶ ἑτέρωθι· «Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.» Κατὰ μέντοι τοὺς Ἑβδομήκοντα οὕτως νοή σω μεν· μὴ ἐν τῷ καιρῷ τῆς τῶν πολεμίων προσβολῆς τῶν ἡμετέρων ἁμαρτημάτων μνησθῇς. καὶ νῦν ἐπίβλεψον κύριε ὅτι λαός σου πάντες