1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

164

γνήσιοι Θεοῦ θεραπευταὶ τὰς πνευματικὰς λατρείας ἐκτελοῦντες εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνοῦσι καὶ δοξ̣ολογοῦσιν εὐχ̣α̣ρ̣ιστικῶς Θεὸν ἐπὶ τοῖς ὑπάρξασιν τελείοις καὶ πληρεστάτοις δικαιώμασι. 5.165 Τῶν ἀποδοθεισῶν σκηνῶν ἑκάστην προσήκει στέψαι κοσμίως ἕκαστα ἑξῆς νομοθετηθέντα, καρπὸν ὡραῖον ξ̣ύλου καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δ̣ασεῖς ἄγνου τε καὶ ἰτέας. Καὶ ὅρα γε εἰ ὁ ὡραῖος καρπὸς τῆς σοφίας ἐστίν, ξύλου ζωῆς προσαγορευομένης, ᾗ φησιν τὸ παροιμιῶδες λόγιον «ξύλον εἶναι αὐτὴν ζωῆς πᾶσι τοῖς ἐγγίζουσι̣ν αὐτῇ καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτ̣ὴν ὡς ἐπὶ Κύριον ἀσφαλῆ.» 5.166 ∆ηλοῦται καὶ ἑτέρῳ ὀνόματι ἄμπελος οὖσα ἀληθινὴ φέρουσα ὡραῖον καρπόν, σταφυλὴν καὶ βότρυν ἀφ' οὗ ἐκθλίβεται «οἶνος ὁ τὴν καρδίαν εὐφραίνων». 5.167 Πρὸς τῷ καρπῷ τούτῳ παραλημπτέον πρὸς τὸ στέψαι τὸν φορητὸν οἶκον ···ε··· σκηνὴν τυγχάνοντα κάλλυνθρα φοινίκων, τοῦ τὴν καρδ̣ίαν ἀεὶ ἄνω ἔχοντο̣ς ὑπάρχοντος ἀεὶ θάλους. Συνεργεῖ τὰ ἀπὸ τοῦ φοίνικος λαμβανόμενα κάλλυνθρα πρὸς καθαριότητα σάρου δίκην παραλαμβανόμενα, ᾧ χρησαμένη ἡ ἐκ τῶν δέκα δραχμῶν μίαν ἀπολέσασα γυνὴ ἐξέβαλεν τὰ κόπρια ἐκ τῆς οἰκίας καὶ ηὗρ̣εν τὸ κρυβὲν νόμισμα, φέρον εἰκο´̣να τοῦ παμβασιλ̣έως, οὐχ ἕτερον τυγχάνον τοῦ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γ̣ενομένου. 5.168 Περὶ τοῦ φοίνικος οὗ τὰ κάλλυνθρα προσήκει λαβεῖν τοῦ κόσμου τη῀̣ς σκηνῆς ἕνεκα, ἡ νύμφη ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ᾀ´̣δει· «Εἶπα· Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ.» 5.169 Πρὸς τοῖς καλλύνθροις τοῦ φοίνικος, καὶ κλάδους δασεῖς λημπτέον πολὺν καρπὸν ἔχοντας, ὄντας δασεῖς διὰ τὴν τῶν βλαστῶν καὶ καρπῶν συνέχειάν τε καὶ πυκνότητα. Ὑπάρχουσι δὲ οἱ δασεῖς κλάδοι αἱ κατ' εἶδος πρ̣ακτικαὶ καὶ διανοητικαὶ ἀρεταὶ καὶ τὰ καρποφόρα δόγματα τῆς εὐσεβείας. 5.170 Ληπτέον πρὸς τὴν κατακόσμησιν τῶν πλακ̣εισῶν σκηνῶν καὶ ἄγνου καὶ ἰτέας κλάδους. Ταὐτόν τε ἄγνος καὶ ἰτέαν τι̣σὶν ἔδοξεν εἰπεῖν, ἀμφοτέρων τῶν ὀνομάτων δηλούντων φυτὸν ἕν, ὅπερ ἁγνείας καὶ ἀφθορίας σύμβολον ὑπάρχει, διὰ τριφ̣θὲν τὸ ἄνθος αὐτοῦ ὕδατι μεμιγμένον ἀπευνουχίζειν τ̣ο̣ὺς πεπωκότας, ὡς καὶ ἐν ἄλλοις τεθεώρηται. 5.171 Ὁ τὴν νοητὴν σκηνοπηγίαν̣ ε῾̣ορτάζων ἀναβαίνων τοῦτο πράττει, ὡς ὁ προκείμενος προφήτης δηλοῖ, κάτω καὶ ἐν ταπεινῷ ἀγόντων αὐτὴν τῶν κατὰ γράμμα καὶ σκιὰν τοῦ νόμου ἀγυριζόντων. Καὶ ἐπεὶ τὰ κόπρια καὶ ἡ ἀχυρμιὰ τῆς̣ σκιᾶς καλύπτει τὸ πνεῦμα καὶ τὴν ἀλήθειαν, προσήκει κάλλυνθρα φοινίκων λαβεῖν, ἵνα σαρώσαντες ἃ ὠνόμασεν ὁ Ἀπόστολος «σκύβαλα» ἔχωμεν τὸν πνευματικὸν νοῦν τῆς καὶ περὶ ταύτης τῆς ε῾̣ορ̣τ̣ῆς νομοθεσίας, ἀναβάντες ἐπὶ τὸ ὕψος αὐτῆς· οὕτω γὰρ δυνατὸν «προσκυνῆσαι» πνεύματι καὶ ἀληθείᾳ «τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι». 5.172 Πρὸς τῇ φανείσῃ νοήσει καὶ ἑτέρως νοητέον τὴν περὶ τῶν σκηνῶν ἑορτήν. Τὰ σώμ̣ατα ἡμῶν τῶν ἀνθρώπων οὕτω προσαγορεύονται. Αὐτίκα γοῦν ο῾̣ τῶν Χριστοῦ μαθητῶν α῾̣γ̣ιώτατος Πέτρος γράφει· «Ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου.» Συμφώνως καὶ ὁ θεσπέσιος Παῦλοσ· «Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» 5.173 Ἐπιτελεῖται δὲ ἡ ἑορτὴ τῶν σκηνῶν προηγουμένως τε καὶ μάλιστα ὑπὸ τῶν «ἀγαλλ̣ιᾶν» ἐπ̣αγγελλομένων, οὐκ ἀνδρῶν μόνων μετὰ γυναικῶν μὴ μ̣ολυνθέντων, ἀλλὰ καὶ θηλειῶν σπευδουσῶν πνεύματι καὶ σώματι ἁγιότητα ἔχειν. 5.174 Πρὸς τούτοις κοσμοῦσιν τὰς ἑαυτῶν σκηνὰς καὶ οἱ τίμιον γάμον μετερχόμενοι, ἁγνεύοντες καὶ τὴν κοίτην αὐτῶν ἀμίαντον φυλάττοντες. 5.175 Ἔτι δὲ μᾶλλον ἄνω τελεῖται ἡ πανήγυρις τῶν σκηνωμάτων στεφομένων τε καὶ ἀγλαϊζομ̣ένων ἐν τῷ προσδοκωμένῳ καιρῷ τῆς ἀναστάσεως, τοῦ φθαρτοῦ σώματος ἀφθάρτου ἐγειρομένου καὶ τοῦ ψυχικοῦ πνευματικ̣οῦ σώματος ἐγειρομένου. Ἦ οὐ σκηνὴ θεία