165
καὶ ἡ ἀλαζονεία τὸν ἐμὸν ἐξάπτει θυμόν. 6Ἰδοὺ γέγραπται ἐνώπιον ἐμοῦ· Οὐ μὴ σιωπήσω, ἕως ἂν ἀποδώσω εἰς τὸν κόλπον αὐτῶν 7πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει κύριος. Ἐπειδὴ πάσῃ συζῶντες παρανομίᾳ ὡς ἄκ ρας ἀρετῆς ἐπειλημμένοι τῶν ἄλλων ὑπερφρονοῦσι, δρέψονται ὧν τολμῶσι τἀπίχειρα καὶ δι δάσκει ὡς οὐ μόνον κατὰ τὸν παρόντα βίον ἀλλὰ κἀν τῷ μέλλοντι δώσουσι δίκας· τούτου γὰρ χά ριν εἴρηκεν· Καὶ τῶν πατέρων αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει κύριος. Οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων. Περὶ τῶν πατέρων αὐ τῶν ταῦτα λέγει. Καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με. Ἀποδώσω τὰ ἔργα αὐτῶν πρῶτον εἰς τὸν κόλπον αὐτῶν. Τὴν ἐσομένην ἐν τῷ μέλλοντι βίῳ δεδήλωκε κρίσιν. Εἶτα διδάσκει, τίνος χάριν οὕτως α ὐτῶν παρανομούντων ἐπὶ πλεῖστον ἠνέσχετο χρόνον· 8Οὕτως λέγει κύριος· Ὃν τρόπον ἐὰν εὑρεθῇ ῥὰξ ἐν τῷ βότρυι καὶ ἐροῦσιν· Μὴ λυμήνῃ αὐτήν, ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῇ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι· τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. Ὥσπερ γάρ φησιν, εἴ τις ἐν βότρυι μίαν εὕροι πέπειρον ῥᾶγα, δι' ἐκείνην παντὸς τοῦ βότρυος φείδεται, ἵνα τῷ θεῷ τὴν ἀπαρχὴν προσενέγκῃ, οὕτως ἐγὼ ἐπαγγειλάμενος τῷ Ἀβραὰμ ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν τὰ ἔθνη πάντα δι' ἐκεῖνο τὸ σπέρμ α παντὸς τοῦ Ἰσραὴλ ἠνεσχόμην παρανομοῦντος, διὰ τοῦτο οὐ περιεῖδον Αἰγυπτίοις δουλεύοντας, τούτου χάριν αὐτ οὺς τῆς τῶν Βαβυλωνίων ἠλευθέρωσα δυναστείας. 9Καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος μου τὸ ἅγιον. Ἄντικρυς ἡμῖν τὸν προφητευόμενον ὁ προφητικὸς ὑπέδειξ ε λόγ ος· τοῦ γὰρ σπέρματος ἀναμνήσας, δι' οὗ τὴν εὐλογίαν τοῖς ἔθνεσι δώσειν ὁ θεὸς ἐπηγγείλατο, τοῦ Ἰακὼ β ἐμ νημό νευσε καὶ τοῦ Ἰούδα. Ἣν γὰρ διὰ τῶν προγόνων καὶ ὑπὸ τοῦ θεοῦ τῶν προγόνων ὁ Ἰακὼβ εὐλογίαν ἐ δέξ ατο, ταύτην οὔτε τῷ Ῥουβὶμ τῷ πρωτοτόκῳ οὔτε τῷ Συμεὼν τῷ δευτέρῳ οὔτε τῷ Λευὶ τῷ τρίτῳ, ἐξ οὗ τὸ τῶν ἱερέων ἐβλάστησε γένος, οὔτε τῷ Ἰωσὴφ τῷ ποθουμένῳ ἀλλὰ τῷ Ἰούδᾳ δέδωκεν· «Οὐκ ἐκλείψει» γὰρ ἔφη «ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Τούτου χάριν ὁ τῶν ὅλων ἔφη θεός· Καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα, τουτέστι τὴν τῶν ἐθνῶν προσδοκίαν, δι' ἧς εὐλογήσειν ἐπηγγειλάμην πάσας τῆς γῆς τὰς φυλάς. Εἶτα μετὰ τοῦ δεσπότου Χριστοῦ καὶ τῶν εἰς αὐτὸν πεπιστευκότων ἀποστόλων καὶ τῶν ἄλλων τῶν τὸ ἐκείνων διαδεξαμένων κήρυγμα μνημονεύει· |182 b| Καὶ κληρο νομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοι κήσουσιν ἐκεῖ. Ἔπειτα καὶ τῶν ἐθνῶν προλέγει τὴν κλῆσιν· 10Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου οἳ ἐζήτησάν με. ∆ρυμὸν τὰ ἔθνη καλεῖ διὰ τὴν προτέραν ἀ πιστίαν , ἐπαύλεις δὲ τὰς ἐκκλησίας καλεῖ, ποίμνια δὲ τοὺς ἐν ταύταις ἀθροι ζομένους λαούς. ∆ιὰ δὲ τῆς Ἀχὼρ φάραγγος αἰνίττεται τὴν ἐν ταῖς ἐκκλησίαις γινομένην κατάνυξιν· τὸν γὰρ Ἄχαρ ἢ καὶ Ἀχὼρ κεκλοφότα καὶ τὸν περὶ τοῦ ἀναθέματος παραβεβηκότα νόμον ἔν τινι κατέλ ευσαν φάραγγι καὶ διὰ τοῦτο τὸ πάθος πολλῆς ἐνεπλήσθησαν κατανύξεως. 11Ὑμεῖς δὲ οἱ ἐγκαταλείποντές με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, 12ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες σφαγῇ πεσεῖσθε. Πάντα γὰρ δυσσε βείας μεστά· πρῶτον μὲν τὸ τὸν εὐεργέτην καταλιπεῖν καὶ τοῦ ἀφιερωμένου τῷ θεῷ καταφρονῆσαι ναοῦ, εἶτα τὸ ἀντὶ θεοῦ τοῖς δαίμοσι τοῖς ἀντιθέοις δουλεῦσαι καὶ ἀντὶ τῆς τοῦ θεοῦ προνοίας προελέσθαι τὴν τύχην καὶ ταύτην νομίζειν οἰκονομεῖν τὰ ἀνθρώπεια πράγματα καὶ ταύτην προσφέρειν τὰ ὑπὸ θεοῦ χορηγούμενα. Ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. Ἐκάλεσε μὲν αὐτοὺς καὶ διὰ τῶν προφητῶν, καὶ ἀντιτείνοντες διετέλεςαν· ἐκάλεσε δὲ αὐτοὺς καὶ ἐνανθρωπήσας· «Ἰησοῦς» γάρ