1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

166

καὶ σωτηρίας», ἵνα διὰ ταύτας ἀναβάντες εἰς ὃν ἐθεμελ̣ίωσεν οἶκον ὁ πάν̣των Σωτὴρ εἰς τοὺς α̣ἰῶνας τῶν αἰώνων αἰνέσωμεν τὸν μετὰ τὰς πολλὰς προκοπὰς εἰς αὐτὸν ἀναγαγόντα, ὡς ἕκαστον εἰπεῖν πιστῶς καὶ ἐπιστημονικῶς· «Κύριε, η᾿̣γάπησα εὐπρέπειαν ο̣ἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.» Οὕτω γὰρ δυνατὸν ὑμνῳδία̣ς τρόπῳ εἰπεῖν· «Ἐκύκλωσα ἐν τῇ σκηνῇ αὐτοῦ καὶ ἔθυσα θυσίαν ἀλαλαγμοῦ.» 5.187 Ὁ ταύτης μακαρίας ἁγίας τε ἀγωγῆς τυχών, κἂν Αἰγύπτιος καὶ ἀπ' ἄλλου ἔθνους τυγχάνῃ, πεπαύσεται ὡς καὶ πρότερον πρὸ τῆς πτ̣ώσεως, Ἱεροσολυμίτης κατὰ τὸν ἔσω ἄνθρωπον ἀποτελούμενος ἐκ πληρεστάτης καὶ τελείας ἀρετῆς. 5.188 Καὶ ἁμαρτίαν μεγάλην τυγχάνειν φησὶν ὁ ἱερὸς λόγος τὸ μὴ α᾿̣ν̣α̣βῆναι ἐπὶ τὴν ἀποδοθεῖσαν τῶν σκηνῶν πανήγυριν. Ἐν τοῖς φθάσασιν ῥητοῖς διαφόρως ἀποδοθείσης τῆς πνευματικῆς σκηνοπηγίας, κατὰ πάντας τοὺς τρόπους καὶ ἀναβατέον ἐπ' αὐτῆς πάντα Αἰγύπτιον καὶ ἔθνος, ὡς εἴρηται πρότερον. Γενήσεται γὰρ ἀληθῶς Ἰσραηλίτης δόλον οὐκ ἔχων, ἐν κρυπτῷ κατὰ τὸν ἔσω ἄνθρωπον Ἰουδαῖος ὤν. 5.189 Zach. XIV, 20-21: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίω παντοκράτορι, καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσια̣στηρίου, καὶ ἔσται πᾶς λέβης ἐν Ἰερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ ἅγιον τῷ Κυρίῳ παντοκράτορι. 5.190 Ἐν τῇ ἡμέρᾳ τῇ ἡρμηνευμένῃ τῆς ἁγίας σκηνοπηγίας, εἰς ἣν ἀναβῆναι καὶ ἑορτάσαι προσήκει ἐπὶ τῷ προσκυνῆσαι τὸν β̣ασιλέα Κύριον παντοκράτορα, τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον κληθήσεται τῷ Κυρίῳ παντοκράτορι. Τί δὲ τοῦτο τυγχάνει ἢ ὁ ἐπέχων λόγος τὰς ἀφηνιώσας ψυχ̣ὰς̣ συνέσεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐστερημένας, ὧν τὸν οἶστρον καὶ ἀφη̣νιασμὸν ἀπαγορεύων προστάττει ὁ σοφὸς τοῖς οἰστρηλατουμένοις· «Μὴ γίνεσθε ὡς̣ ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις, ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» 5.191 Πῶς γὰρ οὐκ ἐπάγεται τῷ πνευματικῷ ἐπιβάτῃ «ὁ θηλυμανὴς ἵππ̣ο̣ς χρεμετίζων ἐπὶ τὴν γυναῖκα του῀̣ πλησίον» ὑπὸ αἰσχρῶν παθῶν οἰστρηλατούμενος, ἵν' ἐπισχ̣εθείσης τῆς ἀκολάστου φορᾶς ὑπὸ τοῦ πωλοδάμνου ἥμερος γίνηται ἵνα πρὸς πόλεμον χρήσιμος ἀποδειχθῇ, ὥστε̣ λεχθῆναι περὶ αὐτοῦ παροιμιωδῶς· «Ἵππος ἑτοιμάζετα̣ι̣ εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια.» 5.192 Σὺν τούτῳ τῷ ἵππῳ ····τικῷ τρόπῳ, καὶ ὁ ἄγονος, ἡμίονος κατ' ἀλληγορίαν ὑπάρχων, πραΰνεται, χαλινῷ καὶ κημῷ τῶν σιαγόνων αὐτω῀̣ν ἀγχομε´̣νων πρὸς τὸν ἄριστον ἱππέα, ἵν' ὑπείκοντες τῇ ἀγωγῇ τοῦ χαλινοῦ τεταγμένως τὸν ἐπιβάτην φέρωσιν. 5.193 Τ̣ο`̣ ε̣σ̣······νει συμφέρεται τῷ ἀπὸ τοῦ Ψαλμοῦ ῥητῷ, ὡς̣ ἔγραψεν ὁ μα̣κάριος Ἰάκωβος ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ, τὸ ἐπε´̣χειν τὴν ἀκατάστατον γλῶτταν ἀφηνιῶσαν διὰ πολ̣υλ̣ογία̣ν ἃ μὴ χρὴ λέγουσαν. Ἔχει δὲ οὕτως αὐτοῦ ἡ λέξις· «Τῶν ἵππων εἰς τὰ στόματα βάλλομεν τὸν χαλινόν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν», ἵν' εὐθυδρομία καὶ εὐσταθὲς βάδισμα γένηται. 5.194 Ποσῷ μᾶλλον προσήκει χ̣αλιναγ̣ωγῆσαι τὴν γλῶτταν, δηλαδὴ τὸν λόγ̣ον, ὅπως μὴ α····· ··· ἐπισπέρχων εἰς βάραθρον ἐμπέσῃ, ἀλλα`̣ ἀβλαβὴς διαμένῃ, ὡς τὸν ἑαυτῷ χαλινὸν ἀφιερωθῆναι Κυρίῳ παντοκράτορι. 5.195 Ἁγιασθέντος τοῦ χαλινοῦ τοῦ ἵππου̣, οἱ ἐν τῷ οἴκῳ τοῦ Κυρίου λέβητες ἐν οἷς ἕψεται τὰ κρέα τῶν θυσιῶν πρὸ προσώπου τοῦ θυσιαστηρίου ἔσονται οἷα φιάλαι ε᾿̣ν̣ αἷς σπονδαὶ ἱερατικῶς ἐπιτελοῦνται, ὡς τὴν αὐτὴν ἐνέργειαν κατ' ἄλλην καὶ ἄλλην ἐπίνοιαν λέβητα καὶ φιάλην ἔχειν, ὡσαύτως σπονδὴν καὶ θυσίαν. 5.196 Οὐ γὰρ ὥσ̣περ ἐπὶ τῶν αἰσθητῶν ἄλλη σπονδὴ καὶ ἄλλη θυσία κ··· τὸν λέβητα καὶ τὴν φιάλην, οὕτω καὶ ἐπὶ τῶν νοητῶν ἔχει ·······γο̣ρ···· ὑποκείμενον ὄντα ἐνεργείᾳ καὶ ἐπινοίᾳ διαφέρουσιν̣. Αὐτ̣ίκα γοῦν καὶ ὁ Σωτὴρ ἀληθινὸς ἀρχιερεὺς ὑπάρχων καὶ ἀμνὸς καὶ ποιμὴν