1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

166

φησιν «ἔκραξε καὶ εἶπεν· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω», καὶ πάλιν· «∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτιςμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ἀλλὰ τὴν σωτήριον οὐκ ἐδέξαντο κλῆσιν, τὰς δὲ νομικὰς παρατηρή σεις καὶ τὰς θυσίας, ἃς οὐκ ἐβούλετο, τῆς δωρουμένης αὐτοῖς προετίμησαν χάριτος. 13∆ιὰ τοῦτο τάδε λέγει κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· 14ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ καρδία<ς>, ὑμεῖς δὲ κεκράξετε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύμα τος ὀλολύξετε. Ἡ τῶν ἐναντίων παράθεσις μείζονα τοῖς κολαζομένοις τὴν ὀδύνην ἐργάζεται· αὐτίκα τοίνυν Ἰουδαίους οὐχ οὕτως ἡ σφετέρα δυσημερία λυπεῖ, ὅσον ἀνιᾶ τῆς ἐκκλησίας ἡ εὐπραξία. 15Καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος ὁ θεός. Τό· εἰς πλη σμονήν, οἱ Τρεῖς Ἑρμηνευταὶ «εἰς ὅρκον» τεθείκασιν. Εἰώθασι δὲ πολλοὶ λέγειν οὕτως· Μὴ πάθοιμι ἃ ὁ δεῖνα πέπονθεν. Καὶ τ ῶ ν Ἑβδομήκοντα δὲ ἡ ἑρμηνεία ἔργῳ θεωρεῖται· βδελυκτὸν γὰρ καὶ προσκορὲς καὶ αὐτὸ τῶν Ἰουδαίων τὸ ὄνομα . Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, 16ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Καὶ ἤδη τοῦτο προεῖπε τὸ ὄνομα. Καινὸν δέ ἐστι καὶ οὐ παλαιόν· μετὰ γὰρ τὴν ἐπιφάνειαν τοῦ δεσπότου Χριστοῦ Χριστιανοὶ προσηγο ρεύθησαν οἱ πιστεύσαντες. Ἀντὶ πάσης δὲ τοῦτο προσφέ ρουσιν εὐφημίας οἱ ἄνθρωποι· ὅταν γὰρ ἐπαινέσαι βουληθῶσι, μετὰ τὰς πολλὰς εὐφημίας ἐπιλέγειν εἰώθασιν· ἀληθῶς Χριστιανός. Καὶ παρακαλοῦντες πάλιν εἰώθασι λέγειν· Ὡς Χριστιανὸς ποίησον, ὃ πρέπει Χριστιανῷ ποίησον. Οὕτως εὐλογίας καὶ εὐφημίας ἡ προσηγορία μεστή. Εὐλογήσουσι γὰρ τὸν θεὸν τὸν ἀληθινόν, τουτέστιν οἱ τοῦ καινοῦ ὀνόματος ἀξιούμενοι. Καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν. Ἀπορρίψουσι γὰρ τῶν εἰδώλων τὴν μνήμην καὶ τὸν ἀληθινὸν θεὸν ἐν τῷ στόματι διατελέσουσι περιφέροντες. Ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Θλῖψιν τὴν πλάνην ἐκάλεσεν ὡς πρόξενον συμφορῶν. 17Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδὲ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, 18ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ ὅσα ἐγὼ κτίζω. Τοῦτο καὶ |183 a| ὁ ἀπόστολος ἔφη· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα.» Οὕτω καὶ διὰ τοῦ προφήτου· Εὐφροσύνη φησίν ἐστι καὶ ἀγαλλίαμα ὅσα ἐγὼ κτίζω. Σωτηρίαν γὰρ αἰώνιον παρέξουσι τὰ ὑπ' ἐμοῦ γιγνόμενα· γέγονε δὲ <ὁ> οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ τοῖς πάλαι πλανωμένοις καὶ ταῦτ α θεο ποιοῦσιν· ἐπέγνωσαν γὰρ τὸν τούτων δημιουργὸν καὶ ἔμαθον ὡς οὐ θεοὶ ταῦτα ἀλλὰ θεοῦ ποιή ματα . Καινὰ τοίνυν ἐστὶ τοῖς ἕτερα ἀνθ' ἑτέρων ὁρῶσιν· παυσαμένης γὰρ τῆς πλάνης ὤφθη τὸ ποίη μα ποίημα καὶ ὁ ποιητὴς ποιητής. Ἰδοὺ ἐγὼ ποιῶ τὴν Ἱερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην 19καὶ ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλὴμ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου, καὶ οὐκέτι οὐ μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ καὶ φωνὴ κραυγῆς. Περὶ τῆς καινῆς κτίσεως προθεσπίσας ἀναγκ αίως Ἱερουσαλὴμ ἐκείνην ὀνομάζει, περὶ ἧς καὶ ὁ θεῖος ἀπόστολος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν», καὶ πάλιν· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.» Ἐκείνην ἀγαλλίαμα ποιήσειν λέγει καὶ τὸν ἐκείνης λαὸν εὐφροσύνην, ἐκείνην ἐλευθέραν ὀνομάζει κλαυθμοῦ. Εἰ δὲ μὴ πείθονται Ἰουδαῖοι , δειξάτωσαν τὴν αὐτῶν Ἱερουσαλὴμ δακρύων ἀπαλλαγεῖσαν· συμφοραῖς γὰρ αὕτη παρεδόθη μ ὲν πολλαῖς , ἐκείνη δὲ μόνη βιοτὴν ἄλυπον ἔχει καὶ δακρύων ἀπηλλαγμένην. Μαρτυρεῖ δὲ καὶ τὰ ἑξῆς τῇδε τῇ διανοίᾳ· 20Καὶ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος ἡμέραις καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ