167
προσαγορεύεται, ἐπὶ τῶν αἰσθητῶν οὐ δυναμένου τοῦ ἀμνοῦ τοῦ προσάγοντος αὐτὸν Θεῷ ἀρχιερέως καὶ νέμοντος αὐτὸν ποιμένος τοῦ αὐτοῦ τυγχάνειν.
Commentarii in Zacchariam 5.197.1 to Commentarii in Zacchariam 5.206.2
5.197 Ἕτερος γὰρ παρὰ τὸ ἱερεῖον ὁ ἀρχιερεὺς καὶ ὁ ποιμὴν παρὰ τὸ πρόβατον. Εἰ δὲ τοῦτο, καὶ ὁ λέβης κατ' ἀλληγορίαν ταὐτὸν ὑπάρχει τῇ φιάλῃ. Περὶ τῶν πνευματικῶν̣ φιαλῶν ἐν τῳ῀̣ Ἄισματι τῶν Ἀισμάτων ἡ θεία νύμφη περὶ τοῦ ἀδελφιδοῦ ἑαυτῆς λέγει· «Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ ει᾿̣ς φιάλας τοῦ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα.» 5.198 Τίνες δὲ αἱ φιάλαι τοῦ ἀρώματος εἰς ἃς καταβέβηκεν ὁ ἀδελφιδὸς τῆς ταῦτα λεγούσης ἢ αἱ θεόπνευστ̣οι γραφαί, μᾶλλον δ' αἱ θεῖαι νοήσεις αὐτῶν ἐν αἷς ὁ κα̣τ̣αβὰς ποιμαίνει ἐν κήποις καὶ κρίνα συλλέγει τὰ νοητὴν φέροντα εὐωδίαν ἄνθη κρίνα προσαγορευόμενα. 5.199 Ὅταν οἱ λέβητες πρ̣ὸ π̣ροσ̣ώπου τοῦ πνευματικοῦ θυσιαστηρίου φιάλαι τοῦ ἀρώματος γένωντα̣ι, τὸ τηνικάδε πᾶς λέβης ἐν Ἰερουσαλὴμ τ̣ῇ ἁγίᾳ καὶ τῷ Ἰου´̣δᾳ ἅγιος ἔσται. Ἰερουσαλὴμ καὶ ἐν τούτοις τὴν Ἐκκλησίαν τὴν ἔνδο̣ξον ἐκλημπτέον, καὶ Ἰούδαν ὃν αἰνοῦσ̣ιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ προσκυνοῦσιν οἱ υ̣ἱοὶ τοῦ πατρὸς αὐτοῦ. Τίς δ' οὗτος ὑπάρχει, ε᾿̣ν τοῖς προαναγνωσθεῖσιν τοῦ προφήτου εἴρηται. 5.200 Zach. XIV, 21: Καὶ ἥξουσιν πάντες οἱ θυσιάζοντες καὶ λήμψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς. Καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 5.201 Πάντες οἱ προσάγοντες θ̣υσίαν δικαιοσύνης καὶ θυσίαν αἰνέσεως ἱερουργοῦντες ἥξουσιν πρὸς τὸν προσκυνούμενον καὶ ᾧ λ̣α̣τρεύουσιν, ἵνα δοξάσωσιν αὐτόν, αὐτοῦ εἰς τ̣οῦτο προτρεπομένου. Λέγει γάρ· «Θυσία αἰνέσεως δοξάσει με.» 5.202 Ἥξουσιν δὲ πρὸς ἑαυτοὺς συμφώνῳ προαιρέσει ἵνα ἅμα ἐκτελῶσιν τ̣ὰ τῆς ἱερατείας, λαμβάνοντες ἐκ τῶν ἡγια̣σμένων λεβήτων τῶν κύκλῳ τοῦ θυσιαστηρίου ·······κειμένων ὥστε ἑψῆσαι ἐν αὐτοῖς τῶν θυμάτων τὰ κρέα, ὡς ἤδη εἴρηται. Καὶ ἐπεὶ σὺν λόγῳ καὶ ἐπιστημονικῃ῀̣ θεωρίᾳ τὰ τῶν προκειμένων λεβήτων ἐκτελεῖται, εἰκότως φιάλαι εἴρηνται. 5.203 Ὅτι γὰρ τὸ εἶδος τοῦτο λόγον σημαίνει, ἐν τῷ ῎Α̣ι̣σ̣ματι τῶν Ἀισμάτων ἀπαγγέλλεται. Ἡ νύμφη γοῦν το`̣ κάλλος καὶ τὴν ὡραιότητα οὗ ἠγάπησεν ἀδελφιδοῦ ἐν ψυχῇ αὐτῆς φανεροῦσά φησιν· «Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά.» ∆ηλοῖ δὲ ἡ σιαγὼν τὸν λόγον τὸν πηγῆς δίκην αν̣·· ····θανούσης ῥεῖ καὶ φύει μυρεψικά. 5.204 Ταύτης τῆς μυστικῆς νοητῆς λατρείας ἐκτελ̣ουμε´̣νης πρὸς τῶν η῾̣κόντων πνε̣υματικῶς ἱερουργήσειν, ἑψόντων εἰς τοὺς ἁγίους λέβη̣τας τὰ κρέα τὰ λαμβανόμενα κατ' ἀναγωγὴν τὴν ἐκ μόσχων καὶ κριῶν, οὐκέτι Χαν̣αν̣αῖος ἔσται ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορο̣ς̣ ἐν τῇ ἡμέρᾳ, ὅτε ἀποκατάστασις γέγονεν τῶν π·············χ̣όντων. 5.205 Χαναναῖος δ' ἐστὶν ὁ ἀλλότριος ε᾿̣κ̣ μήτρας ὡς ἐκτὸς, εἶναι τῆς εὐσεβ̣είας· οὐκ ἔσται δέ, ἤτοι μεταβάλλων εἰς τὸν Ἰσραὴλ «τὸν ἀληθινὸν τὸν δόλον οὐκ ἔχοντα», ἢ ἐκβα̣λλόμενος ἐκ τοῦ οἴκου Κυρίου παντοκράτορος. 5.206 Χαναναῖον δεκτέον ἀλληγορικῶς καὶ τὸν ἔξω τῆς ἰσραηλιτικῆς καταστάσεως φθάσαντα. Οἷος ἦν ὁ ἕτερος τῶν
Commentarii in Zacchariam 5.206.3 to Commentarii in Zacchariam 5.6 κατὰ
Σωσάν̣ν̣ης μανέντων πρεσβύτερος, πρὸς ὃν ὁ σοφώτατος ∆ανιήλ φησιν· «Σπέρμα Χανάαν καὶ οὐχὶ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου· οὕτως ἐποιεῖτε θυγατράσιν Ἰσραήλ, καὶ ἐκεῖναι