1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

167

νέος υἱὸς ἑκα τὸν ἐτῶν, ὁ δὲ ἀποθνῄσκων ἁμαρτωλὸς υἱὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται. Καὶ τῶν δικαίων καὶ τῶν ἁμαρτωλῶν ἴσην ἔχει τὴν ἡλικίαν· ἀθάνατος γὰρ καὶ ἡ τῶν δικαίων ἀπόλαυσις καὶ τῶν ἡμαρτηκότων ἡ κόλασις. Καὶ τὰς διαφόρους δὲ ἡλικίας ἐκβάλλει, καὶ τὴν ἄωρον καὶ τὴν ἔξωρον, τὸν δὲ τέλειον ἀριθμόν, τουτέστι τὸν ἑκατόν, τέθεικεν ἐπὶ τῆς ἀτελευτήτου ζωῆς. Τὸ δέ· υἱὸς ἑκατὸν ἐτῶν, κατὰ τὸ Ἑβραίων καὶ Σύρων ἰδίωμα τέθεικεν ἀντὶ τοῦ· ἑκατὸν ἐτῶν. 21Καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι, καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν· 22καὶ οὐ μὴ οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύ<σ>ουσι καὶ ἄλλοι φάγονται. Τροπικῶς ταῦτα κατὰ τὸ οἰκεῖον ἰδίωμα τέθεικεν, οἰκίας καὶ ἀμπελῶνας τὴν ἀρετὴν ὀνομάζων. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος· «Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα αὐτοῦ ἐκ τοῦ πνεύματος αὐτοῦ θερίσει ζωὴν αἰώνιον», καὶ πάλιν· «Ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ' εὐλο γίαις ἐπ' εὐλογίαις καὶ θερίσει», καὶ ἑτέρωθι· «Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.» Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαι<ώ>σουσιν. Πῶς δύναται ταῦτα προσαρμοσθῆναι τοῖς τὸν θνητὸν τοῦτον διοδεύουσι βίον; αἰώνιον γὰρ ὁ προφητικὸς λόγος ὑπισχνεῖται ζωήν. Περὶ γὰρ ἐκείνου τοῦ ξύλου ἔφη ὁ θεός· «Μήποτε ἐκτείνῃ Ἀδὰμ τὴν χεῖρα αὐτοῦ καὶ φάγῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα.» Γέγονε δὲ ἡμῖν ξύλον ζωῆς ὁ σωτήριος σταυρός· ἐδέξατο γὰρ οἷόν τινα καρπὸν τὸ ζωοποιὸν σῶμα, εἰς ὃ οἱ τὰς χεῖρας ἐκτείνοντες καὶ τοῦ καρποῦ μεταλαμβάνοντες τὴν αἰώνιον ζῶσι ζωήν. Οἱ ἐκλεκτοί μου 23οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ εἰσι καὶ τὰ ἔγγονα αὐτῶν μετ' αὐτῶν. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν κυρίῳ.» Τέκνα δὲ καὶ ἔγγονα εὐλογημένα τοὺς διὰ τῆς πίστεως ἀναγεννωμένους καλεῖ, περὶ ὧν καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ |183 b| εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Καὶ Γαλάταις δὲ γράφων οὕτως ἔφη· «Τεκνία μου οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» 24Καὶ ἔσται πρὶν ἢ κεκρᾶξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ· Τί ἐστιν; Οὕτως ἐν Ἱεροσολύμοις καθειργμένῳ τῷ Παύλῳ ὤφθη ὁ κύριος λέγων· «Θάρσει Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.» Οὕτως ἐν Φιλίπποις ἔσεισε τὰ θεμέλια τοῦ δεσμωτηρίου καὶ διέλυσε τὰ δεσμά, οὕτω τὸν κορυφαῖον τῶν ἀποστόλων ἐξήγαγε τῆς φυλακῆς, οὕτως ἅπαντα τὸν τῶν ἀποστόλων χορὸν καθειργμένον ἀπέλυσεν. 25Τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Ταῦτα καὶ ἤδη προείρηκε, τῆς ἐξ Ἰεσσαὶ ῥάβδου προαγορεύσας τὴν βλάστην. Ὁρῶμεν δὲ τ ῆς προφητείας τὸ τέλος· κατὰ ταὐτὸν γὰρ καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ βασιλεῖς καὶ ὑπήκοοι καὶ σοφοὶ καὶ ἰδιῶται μίαν ἔχουσι τράπεζαν, τὴν διδασκαλίαν τοῦ πνεύ ματος. Ἄρνας γὰρ ἐκάλεσε τοὺς ἐπιεικείᾳ συζῶντας, τοὺς δὲ τοῦ πλείονος ἐφιεμένους λύκους ὠνόμασε, λέοντα δὲ τὸν τῆς βασιλείας ἐπειλημμένον, βοῦς δὲ τοὺς ἱερωσύνης ἠξιωμένους, ἄχυρα δὲ τὴν βουσὶν ἀφωρισμένην τροφήν, τουτέστιν· οὐκέτι σαρκοβόρος ἔσται ὁ λέων ἀλλὰ τῆς τῶν βοῶν τροφῆς μεταλήψεται. Ὄφις δὲ γῆν ὡς ἄρτον. Ταύ την γὰρ αὐτῷ τὴν τροφὴν ἐξ ἀρχῆς ὁ δίκαιος ἀπένειμε δικαστής· «Καὶ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Ὄφιν δὲ καλεῖ τὸν κοινὸν τῶν ἀνθρώπων ἐχθρόν· τοῦτον ὑπέβαλε ταῖς ἀρχαίαις ἀραῖς. ∆ηλοῖ δὲ καὶ τὰ ἑξῆς· Οὐκ ἀδικήσουσιν οὐδὲ λυμανοῦνται ἐπὶ παντὶ τῷ ὄρει μου τῷ ἁγίῳ, λέγει κύριος. Ἐπὶ τῆς γῆς γὰρ ἰλυσπώμενος καὶ ὑπὸ τῶν ἁγίων καταπατούμενος καὶ τῷ ξύλῳ τοῦ