1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

168

φοβούμεναι ὡμίλουν ὑμῖν, ἀλλ' οὐ θυγάτηρ Ἰούδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν.» 5.207 Συνᾴδει καὶ τὰ ἐν [ ̓Ωσῆε περὶ τῶν ἀκολάστων ὡς τυγχανόντων Χαναναίων οὕτως ἐ´̣χοντα· «Μέτοχος εἰδώλων Ἐφράιμ ἔθηκεν ἑαυτῷ σκάνδαλον. Ἡιρέτισαν Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν.» 5.208 Καὶ ἐπεὶ ὁ ἀκόλαστος κατὰ τροπολογίαν ἐστὶ Χαναναῖος, ἐκβάλλεται τοῦ ἁγίου οἴκου Κυρίου παντοκράτορος, ἵνα μηκέτι ᾖ ἐν αὐτῷ. Τοῦτο πληρῶν ὁ θεῖος ἀπόστολος Παῦλος ἐπιστ̣έλλει τῇ Κορινθίων Ἐκκλησίᾳ· «Ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμε´̣ν̣οι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐξ ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας.» 5.209 Καὶ ἐκβέβληταί γε τῆς τ̣ῶν πιστῶν συνόδου, ἵν' αἰσθηθεὶς εἰς οἷον κα̣κὸν ἥκει προαιρέσει τῇ ε῾̣αυτοῦ τὸν μισθὸν τοῦ σφάλμα̣τ̣ο̣ς̣ λάβῃ, ὅπερ καὶ γέγονεν, ὡς ············ωθῆναι εἰς αὐτὸν σφόδρα̣ μετανοήσαντα. Οὕτ̣ω̣ς γὰρ ὁ ἀπ̣οβαλὼν τὸν πορνικὸν τρόπον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ τῇ [̓Εκκλησίᾳ εἰσήχθη. 5.210 Ὅτι δὲ οὐδενὸς ὄντος φύσει κακοῦ, ὡς δοξάζουσί τινες τῶν ἑτεροδόξων, μεταβολὴ προ̣αιρετικὴ γίνεται, παρίσταται ἐκ τοῦ Εὐαγγελίου, μεταβαλούσης τῆς Χαναναίας γυναικὸς ἐκ κυνὸς εἰς γυναῖκα, χρηματίζουσαν θυγατέρα τοῦ σώσαντος αὐτήν, εἰρηκότος τάδε· «Θύγατερ, ἡ πίστις σου σέσωκέν σε.» 5.211 Τάχα γὰρ διὰ του῀̣το ἐτύγχανεν κύων πρὸ τῆς πίστεως, ὅτι ἀκόλαστος ἦν γυνή· ······ορον γὰρ πρὸς ὀχείαν καὶ αἰσχροπαθῆ κολακείᾳ το······ κ̣ύων· αὐτίκα γοῦν σὺν πορνικῷ μισθώματι ἀπαγορεύεται, τοῦ νόμου λέγοντος· «Οὐκ οἴσεις τὸν κύνα οὐδὲ μίσθωμα πόρνης εἰς οἶκον Κυρίου Θεοῦ σου.» Του´̣του γὰρ φυλαττομένου, οὐκ ἔστιν Χαναναῖος ἐν οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ τῇ καταυγαζομένῃ ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης, τοῦ φωτὸς τοῦ ἀληθινοῦ, τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. 5.212 Τ̣έλος ἀπειληφότος τοῦ εἰς σαφήνειαν προκειμένου προφήτου Ζαχαρίου, καὶ ἡμεῖς καταπαύομεν τῆς συντάξεως τῶν εἰς αὐτὸν ὑπομνημάτων.