1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

107

Ἐκ τοῦ οἴκου τοῦ Ἰούδα, ἐκ ποιμνίου ἵππου εὐπρεποῦς γεγενημένου, ἐπέβλεψεν καὶ ἔταξεν ἐξ αὐτοῦ τόξον, ἀφ' οὗ πέμπει βέλη, λόγους τοὺς περὶ κολάσεως καὶ ἀπειλῆς· περὶ ὧν ὁ τάξας τὸ τόξον ἔφη· «Μεθύσω τὰ βέλη μου ἀφ' αἵματος», καὶ πάλιν· «Τὰ βέλη μου συντελέσει αὐτούς.» Εἴρηται καὶ ἐν τοῖς πρότερον ὅτι αἱ κολάσεις διά τινα βαθὺν λόγον προσαγορεύονται βέλη. Ἐν ἑβδόμῳ γοῦν Ψαλμῷ, περὶ τοῦ κριτοῦ τῶν ὅλων, ζώντων τε καὶ νεκρῶν, εἴρηται· «Τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτό, καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξηργάσατο.» 3.265 Τί δ' ἔσται ὅταν ἐπιβλέψῃ ἐκ τοῦ Ἰούδα Κύριος ὁ Θεὸς 3.265 ὁ παντοκράτωρ καὶ τάξῃ ἐξ αὐτοῦ πολεμικὸν τόξον, ἢ τὸ ἐμπειροπολέμους μαχητὰς γενέσθαι τοὺς εὖ ὑπ' αὐτοῦ παθόντας ἐκ τῶν τοῦ Ἰούδα. Ἐξελεύσεται ἐν τῷ αὐτῷ ὁ ἐξελαύνων πρὸς πόλεμον παρεσκευασμένος, ὡς πατεῖν πηλὸν ὁδῶν, πιπτόντων πολλῶν ὡς πηλὸν ἐκ τῶν αἱμάτων γενέσθαι. Συμβαίνει δὲ τοῦτο τοῖς νικῶσιν, ἀλλ' οὐ τοῖς ἡττωμένοις. Οἱ μὲν γὰρ εἰς φυγὴν τραπέν̣τες διώκονται καὶ ἐπισπεύδονται, οἱ δὲ ἐπιτρέχοντες καὶ ἐπισπεύδοντες τοὺς διὰ δέος δείξαντας τὰ νῶτα πατοῦσι πηλοῦ δίκην τὸ αἷμα τῶν σφαγέντων, ἐπισπέρχοντες τὰ τοῦ ἐξελαύνειν ἱππέων δίκην. 3.266 Τούτων δὲ τῶν κατορθωμάτων ὑπαρξάντων, ἐπ' αὐτοὺς καὶ περὶ ἑαυτοὺς ὑπερμαχῶν ἔσται Κύριος ὁ Θεὸς αὐτῶν, ὡς χαριστηρίως φάναι· «Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ», καὶ ἔτι· «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Τὸν Θεὸν μεθ' ἑαυτῶν ἔχοντες πεποιθότως παρατάξονται πρὸς οὓς ἔχουσι τὴν μάχην καὶ πόλεμον, ὡς ἕκαστον εὐχαριστικῶς φάναι· «Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν· ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.» 3.267 Τὴν αὐτὴν ἀνδρείαν ἔχων καὶ ὁ τὸν τρίτον Ψαλμὸν ᾄδων ἐθάρρησεν εἰπεῖν· «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.» Πρὸς τοὺς οὕτω παρατεταγμένους ὁ λόγος εὐθυμοποιῶν λέγει· «Εἷς ἐξ ὑμῶν διώξεται χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας» οὐκ ἀνθρώπων μόνων πολεμιστῶν ἀλλὰ καὶ ἀοράτων. Πρὸς οὓς ἔχοντες τὴν πάλην οἱ τῷ Χριστῷ στρατευόμενοι καὶ τὴν παντευχίαν αὐτοῦ ἐνδυσάμενοί φασιν· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τούς τε κοσμοκράτορας τοῦ σκότους τούτου καὶ πνευματικὰ τῆς πονηρίας.» Περιεστηκότων γὰρ πάντων τούτων τῶν πολεμιστῶν, ὁ τῇ τοῦ Θεοῦ προσηγορίᾳ οἷα ἀσπίδι ἀκαταμαχήτῳ θαρρῶν λέγει· «Κυκλοῦντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» Τὰ αὐτὰ τούτῳ καὶ ὁ προφήτης ἐπινικίως βοᾷ· «Ἰδοὺ Κύριος βοηθεῖ μοι· τίς κακώσει με;» 3.268 Zach. X, 5- 7: Καὶ καταισχυνθήσονται ἀναβάται ἵππων. Καὶ κατισχύσω τὸν οἶκον Ἰούδα καὶ τὸν οἶκον Ἰωσὴφ σώσω καὶ κατοικιῶ αὐτούς, ὅτι ἠγάπηκα αὐτούς, καὶ ἔσται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς, διότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν καὶ ἐπακούσομαι αὐτοῖς. Καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφράιμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψεται καὶ εὐφρανθήσεται, καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ Κυρίῳ. 3.269 Οἱ μέγα πεποιθότες ἐπὶ παρατάξει ἱππικῇ, ὅταν παρὰ πρόθεσιν γένηται τὰ τοῦ πολέμου, αἰσχύνην ὀφλισκάνουσιν, πείρᾳ μαθόντες ὅτι «ψευδὴς ἵππος εἰς σωτηρίαν» ἐστίν. Περὶ τῶν οὕτω πολεμούντων ὁ τῶν ἁγίων χορός φησιν· «Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου ἀγαλλιασώμεθα· αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.» Παραπλησίως τούτοις ὁ τῆς Αἰγύπτου τύραννος καὶ πάντες οἱ συστρατευόμενοι αὐτῷ