1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

2

σπειρόμενα· οὕτως ἴδιον τοῦ γάμου μὲν ἡ κοινω νία, τοῦ δὲ Θεοῦ τὸ νεῦσαι τῇ φύσει, καὶ διαπλάσαι τὸ ζῶον. Τοῦτο ἡ Ἄννα σαφῶς ἐπισταμένη (πολὺν γὰρ τῷ ἀνδρὶ συνοικήσασα χρόνον, καρπὸν οὐκ ἐβλάστησε), πρὸς αὐτὸν ἔδραμε τὸν ∆ημιουργὸν, καὶ τῇ σπουδαίᾳ προσευχῇ, καὶ τοῖς δάκρυσι, τὴν πε πηρωμένην ἐθεράπευσε μήτραν, καὶ κεκλεισμένην ἀνέῳξεν. Ἄξιον δὲ αὐτῆς θαυμάσαι καὶ τὴν τῶν ἠθῶν μετριότητα. Παροινουμένη γὰρ ὡς μεθύουσα πράως ἤνεγκε, καὶ τὴν ὑποψίαν ἀποσκευασαμένη τὴν ἐψευσμένην, τὸ πάθος ἐδίδαξε, καὶ τῆς ἀρχ ιερατικῆς ἔτυχεν εὐλογίας. Ἤκουσε γὰρ, "Πο ρεύου ἐν εἰρήνῃ, Κύριος ὁ Θεὸς Ἰσραὴλ δῴη σοι πᾶν αἴτημά σου, οὗ ᾐτήσω παρ' αὐτοῦ." Οὕτω δὲ πιστῶς τῆς εὐλογίας ἐπήκουσεν, ὡς πᾶσαν ἀποῤ ῥίψαι ἀχθηδόνα, καὶ μετὰ θάρσους ἐπανελθεῖν πρὸς τὸν ἄνδρα, καὶ παραυτίκα συνελθεῖν, καὶ κυῆσαι. Καὶ τεκοῦσα δὲ πεπλήρωκε τὴν ὑπόσχεσιν. Ἐφύ-λαξε γὰρ αὐτοῦ τὴν κόμην, καὶ τὴν ὑδροποσίαν ἐδί δαξεν. Οὗτος γὰρ τῶν Ναζιραίων ὁ νόμος. Εὐ θὺς δὲ μετὰ τὴν θηλὴν αὐτὸν προσενήνοχε τῷ Θεῷ, 80.533 καὶ σὺν αὐτῷ μόσχον ὁμόχρονον, τὴν ὑπὲρ αὐτοῦ σφαγὴν καὶ ἱερουργίαν δεξάμενον. Ἀντέλαβε δὲ παρὰ τοῦ Θεοῦ παῖδας ἑτέρους· τρεῖς μὲν υἱοὺς, θυγατέ ρας δύο. Φιλότιμος γὰρ καὶ μεγαλόδωρος ὁ Κύριος περὶ τοὺς μεμνημένους τῶν προτέρων χαρίτων. Ἀξιάγαστος δὲ αὐτῆς καὶ ἡ ὑμνῳδία. Οὐ γὰρ μόνον ἐφ' οἷς ἔλαβεν ἀνύμνησε τὸν δοτῆρα, ἀλλὰ καὶ προφητείᾳ τὸν ὕμνον ἐκέρασε, καὶ τῆς τοῦ παιδὸς μετ έλαχε χάριτος. Κυήσασα γὰρ προφήτην, προφητεύει μετὰ τὸν τόκον. Τὸ γὰρ, "Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ," προδηλοῖ τὴν τοῦ διαβόλου κατάλυσιν· καὶ τὸ, "Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησε," τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν προθεσπίζει, καὶ τὴν τοῦ παναγίου Πνεύματος ἐπι φοίτησιν, καὶ τῶν ἀποστολικῶν κηρυγμάτων τὸ με γαλόφωνον. Καὶ μέντοι καὶ τὴν δευτέραν ἐπιφάνειαν τοῦ ∆εσπότου προαγορεύει Χριστοῦ· "Αὐτὸς γὰρ, φησὶ, κρινεῖ ἄκρα γῆς δίκαιος ὤν." Προλέγει δὲ αὐτοῦ καὶ τοὺς κατὰ σάρκα γεγενημένους προγό νους, οἳ ἀπὸ ∆αβὶδ μέχρι τῆς αἰχμαλωσίας διήρκεσαν. "∆ώσει γὰρ, φησὶν, ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν." Καὶ διδάσκουσα τὴν αἰτίαν, δι' ἣν ἐκεῖνοι τῆς θείας ἀπήλαυσαν προμηθείας, ἐπήγαγε· "Καὶ ὑψώσει κέρας Χριστοῦ αὐτοῦ." Πρὸς δὲ τούτοις, ἐδίδαξε μὴ πλούτῳ θαῤῥεῖν, μὴ σοφίᾳ, μὴ δυναστείᾳ, ἀλλὰ μόνῳ τῷ δυναμένῳ καὶ ζωὴν χορηγεῖν, καὶ θάνατον ἐπάγειν, καὶ τὴν εὐπραξίαν μεταβάλλειν εἰς δυσ πραγίαν, καὶ τὴν εὐκληρίαν εἰς δυσκληρίαν. Καὶ μέντοι καὶ τὸ, "Στεῖρα ἔτεκεν ἑπτὰ," τὴν τῆς Ἐκκλησίας προκηρύττει πολυγονίαν. Ὁ γὰρ ἑπτὰ ἀριθμὸς τοῦ πλήθους δηλωτικός. Ἐν ἑπτὰ γὰρ ἡμέ ραις ἅπας χρόνος ἀνακυκλεῖται, καὶ τῆς Ἐκκλησίας οἱ παῖδες τὴν οἰκουμένην ἐπλήρωσαν. "Ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε." Πολύπαις γὰρ οὖσα ἡ Ἰου δαία, καὶ πολλοὺς προφήτας καὶ δικαίους γεγεννη κυῖα, νῦν ἀκαρπίαν νοσεῖ. ΕΡΩΤ. ∆ʹ. Ἡλεὶ ὁ ἀρχιερεὺς ἐκ ποίας ἦν πατριᾶς; Ἐκ τῆς τοῦ Ἰθάμαρ· ἀλλὰ διὰ τὴν τῶν παίδων πονηρίαν, ἅπαν αὐτοῦ τὸ γένος τῆς ἀρχιερατικῆς ἐστερήθη τιμῆς. Ἡλίκας γὰρ ἐτόλμων παρανομίας, ἡ ἱστορία διδάσκει. ΕΡΩΤ. Εʹ. Τί ἐστιν Ἐφούδ, Ὁ Ἀκύλας ἐπένδυμα ἐξαίρετον τοῦτο κέκληκεν. Εἰρήκαμεν δὲ ἤδη, καὶ τὴν Ἔξοδον ἑρμηνεύοντες, καὶ μέντοι καὶ τοὺς Κριτὰς, ὡς διὰ τούτου πλεῖστα προεδήλου τῶν ἀγνοουμένων ὁ ∆εσπότης Θεός. 80.536 ΕΡΩΤ. ϛʹ. Τί δήποτε Λευΐτης ὢν ὁ Σαμουὴλ τῷ ἐφοὺδ ἐκέ χρητο; μόνῳ γὰρ ἀφώριστο τῷ ἀρχιερεῖ. Εἰκὸς τὸν Ἡλεὶ, τὴν θείαν αὐτῷ χάριν ἐπαν θοῦσαν ἑωρακότα, καὶ παραδόξως τεχθέντα, καὶ πρὸ ὠδίνων ἐπαγγελθέντα, καὶ ἔνδον τρεφόμενον ἐν τῇ θείᾳ σκηνῇ, ὡς ἁγίῳ καὶ Ναζιραίῳ, καὶ θεαιτήτῳ· τοῦτο γὰρ ἑρμηνεύει τοῦ Σαμουὴλ τοὔνομα· καὶ κομιδῇ νέῳ μεταδοῦναι ταύτης τῆς τιμῆς. [∆ιοδώρου.] Οἰκονομίας δὲ Θεοῦ ἦν, τὸ τὸν Σαμουὴλ καλούμενον ὑπ' αὐτοῦ, ἀπιέναι πρὸς Ἡλεὶ οἰόμενον ὑπ' αὐτοῦ καλεῖσθαι, καὶ ἅπαξ, καὶ δὶς, καὶ τρίτον. Ἐπειδὴ γὰρ ἤμελλεν ὁ Θεὸς τῷ Ἡλεὶ κακὰ προλέγειν διὰ τοῦ Σαμουὴλ, ἵνα μὴ νομισθῇ πλάσαι ὁ Σαμουὴλ τὴν ἀποκάλυψιν, ᾠκονόμει ὁ Θεὸς ἐκεῖνον οἰηθέντα ὑπὸ τοῦ Ἡλεὶ καλεῖσθαι πρὸς αὐτὸν ἀπιέναι· ἵνα