1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

72

νομοθέτου. Ἀλλ' οὗτος μὲν ἐν τῇ ἐρήμῳ δίκας εἰσ επράχθη τῆς τυραννίδος· οἱ δὲ υἱοὶ τῆς τιμωρίας οὐκ ἐκοινώνησαν τῷ γεννήτορι. Αὐτίκα γοῦν Σα μουὴλ ὁ μέγας ἐκ τούτου κατάγει τὸ γένος. Καὶ Αἰμὰν δὲ ὁ ψαλτῳδὸς ἔκγονος ἦν Σαμουὴλ τοῦ προ φήτου· υἱὸς γὰρ ἦν Ἰωὴλ τοῦ υἱοῦ Σαμουήλ. Ὁ δὲ Ἀσὰφ, εἷς δὲ καὶ οὗτος τῶν ψαλτῳδῶν, ἐκ τοῦ Γερσὼν κατῆγε τὸ γένος, ὃς υἱὸς μὲν ἦν τοῦ Λευΐ, ἀδελφὸς δὲ τοῦ Καάθ. Ὁ δὲ Αἰθὰμ, καὶ οὗτος δὲ τῶν ᾀδόντων ἐτύγχανεν ὢν, πρόγονον εἶχε τὸν Μεραρὶ, τὸν τρίτον υἱὸν τοῦ Λευΐ. ∆ιδάσκει δὲ καὶ τῶν ἱερέων, καὶ τῶν Λευϊτῶν τὸ διάφορον. Λέγει γὰρ τοὺς Λευΐτας δεδόσθαι εἰς πᾶσαν δουλείαν τῆς σκηνῆς οἴκου τοῦ Θεοῦ. "Καὶ Ἀαρὼν, φησὶ, καὶ οἱ υἱοὶ αὐτοῦ, θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιά ματος, καὶ εἰς πάντα τὰ ἔργα τοῦ Ἁγίου τῶν ἁγίων, καὶ τοῦ ἐξιλάσκεσθαι περὶ τοῦ Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐνετείλατο Μωσῆς ὁ δοῦλος τοῦ Θεοῦ." ∆οκεῖ δὲ 80.805 καὶ αὕτη ἡ βίβλος μετὰ τὴν ἐπάνοδον συγγρα φῆναι τὴν ἀπὸ Βαβυλῶνος. Μέμνηται γὰρ καὶ τῆς αἰχμαλωσίας, καὶ ταύτης τὴν αἰτίαν διδάσκει. "Πᾶς γὰρ, φησὶν, Ἰσραὴλ ἐγενεαλογήθησαν, καὶ ἰδού εἰσι γεγραμμένοι ἐπὶ βιβλίου ἡμερῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα, καὶ ἀπῳκίσθησαν εἰς Βαβυλῶνα διὰ τὴν ἀσυνθεσίαν αὐτῶν, ἣν ἠδίκησαν· καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν, καὶ ἐν ταῖς πόλεσιν αὐτῶν Ἰσραὴλ, καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ οἱ Ναθιναῖοι. Ταῦτα δὲ δηλοῖ μεταγενεστέραν εἶναι τῆς αἰχμαλωσίας τὴν συγγρα φήν. Οὐδεὶς γὰρ ἱστορίαν συγγράφων τὰ μεταγενέ στερα λέγει, ἀλλ' ἢ τὰ πρότερα, ἢ τὰ ἐπ' αὐτοῦ γεγενημένα. Προφητῶν γὰρ ἴδιον τὸ προλέγειν τὰ μέλλοντα. Ἔφη δὲ, ὅτι σὺν αὐτοῖς ᾐχμαλωτεύθησαν καὶ οἱ πρὸ αὐτῶν τὴν γῆν ἐκείνην κατεσχηκότες. Πολλοὶ γὰρ καὶ Χαναναῖοι, καὶ Χετθαῖοι, καὶ Ἰεβουσαῖοι συνῴκουν αὐτοῖς, καὶ τῆς συμφορᾶς ἐκοινώνησαν. Σὺν τῷ Ἰσραὴλ δὲ καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται ἀπήχθησαν δορυάλωτοι. Ναθιναίους δὲ οἶμαι καλεῖσθαι τοὺς ἱεροδούλους ὀνομαζομένους. Πολλοὶ γὰρ ἑαυτοὺς ἀφιέρουν εἰς τὰς τῶν ἱερέων καὶ Λευϊτῶν ὑπουργίας. Ἐχρῆν γὰρ καὶ τοὺς ἐκ τῶν ἄλλων φυλῶν, καὶ ὑδροφορεῖν, καὶ ξυλοκοπεῖν, καὶ τἄλλα ὅσα τοιαῦτα ἐργάζεσθαι. Εἰ γὰρ τοὺς Γαβαωνίτας, ἀλλοφύλους ὄντας, Ἰησοῦς ὁ πανεύφη-μος ἐκέλευσεν ὑδροφόρους εἶναι τῆς σκηνῆς, καὶ ξυλοκόπους, πολλῷ μᾶλλον Ἰσραηλίταις ἡ τοιαύτη πρόσφορος ἦν λειτουργία. Εὗρον δὲ καὶ ἐν τῇ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ τοῦτο δηλοῦν τὸ ὄνομα δόσιν Ἰαὼ, τουτέστι, τοῦ ὄντος Θεοῦ. Μέμνη ται δὲ καὶ τῶν τῆς Ἱερουσαλὴμ οἰκητόρων· καὶ λέγει τούτους εἶναι ἐκ τῶν υἱῶν Ἰούδα, καὶ Βεν ιαμὶν, καὶ Ἐφραῒμ, καὶ Μανασσῆ. Μέμνηται καὶ ἱερέων καὶ Λευϊτῶν, τῶν ἐκείνην ᾠκηκότων τὴν πόλιν. Κορηνοὺς δὲ καλεῖ τοῦ Κορὲ τοὺς ἀπογόνους. Ἐκ τούτων λέγει καὶ πυλωροὺς τῷ θείῳ γεγενῆ σθαι ναῷ· καὶ τὴν διάταξιν ταύτην ὑπὸ Σαμουὴλ καὶ ∆αβὶδ γεγονέναι. "Τούτους γὰρ, φησὶν, ἠρίθ μησε καὶ ἔστησε Σαμουὴλ καὶ ∆αβὶδ ὁ ὁρῶν ἐν τῇ πίστει αὐτῶν· οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν οἴκου Κυρίου, καὶ τοῦ οἴκου τῆς σκηνῆς, τοῦ φυλάσσειν αὐτὴν εἰς τοὺς τέσσαρας ἀνέμους." Τῆς δὲ σκηνῆς ἐμνημόνευσεν, ἐπειδὴ ὑπὸ Σαμουὴλ καὶ ∆αβὶδ οὐδέπω ὁ θεῖος ναὸς ᾠκοδόμητο, ἀλλ' ἐν τῇ σκηνῇ ἐπετέλουν τὰς ἱερὰς λειτουργίας. Ἡρμήνευσε δὲ καὶ τὰς ἐφημερίας. Οὐ γὰρ καθ' ἑκάστην ἡμέραν ἠμείβοντο, ἀλλὰ κατὰ ἑπτὰ ἡμερῶν ἀριθμόν. Τοῦτο γὰρ ἐπήγαγε· "Καὶ οἱ ἀδελφοὶ αὐτῶν ἐν ταῖς ἐπαύλεσιν αὐτῶν ἤρχοντο εἰς τὰ 80.808 ἕβδομα τῶν καιρῶν, τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων." Καὶ τὰ σκεύη δὲ τῆς λειτουργίας ἕτεροι ἦσαν Λευῖται πεπιστευμένοι. "Καὶ ἐξ αὐτῶν γὰρ, φησὶν, ἐπὶ τὰ σκεύη τῆς λειτουργίας· ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι, καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά· καὶ ἐξ αὐτῶν κα θιστάμενοι ἐπὶ τὰ σκεύη, καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια, καὶ ἐπὶ τῆς σεμιδάλεως, καὶ τοῦ οἴνου, καὶ τοῦ ἐλαίου, καὶ τοῦ λιβάνου, καὶ τῶν ἀρωμάτων." Τὸ μέντοι θυμίαμα οἱ ἱερεῖς κατεσκεύαζον. "Ἀπὸ γὰρ τῶν ἱερέων, φησὶ, μυρεψοὶ τοῦ μύρου ἐν τοῖς ἀρώμασι." Περὶ δὲ τοῦ τάφου τοῦ Σαοὺλ σαφέ