1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

50

τοῦ ∆αβὶδ ἀρετὴν, τῆς μιᾶς ἁμαρτίας ἐμνήσθη. "Ἐποίησε γὰρ, φησὶ, ∆αβὶδ, τὸ εὐθὲς ἐνώπιον Κυ ρίου, καὶ οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἐκτὸς ἐν ῥήματι Οὐρίου τοῦ Χετθαίου." Τοῦ δὲ Ἀβιᾶ τὰ πρῶτα ἐπῄνεσε τῶν Παραλειπομένων ἡ βίβλος· τῶν δὲ τελευταίων ὁμοίως καὶ αὐτὴ κατηγόρησε. Σαφέστερον δὲ ταῦτα δηλώσομεν ἐκείνην ἑρμη νεύοντες, σὺν Θεῷ φάναι, τὴν βίβλον. Τοῦ δὲ Ἀσᾶ τὰ πρῶτα τῆς βασιλείας ἡ τῶν Βασιλειῶν ἐπῄνεσε βίβλος. "Ἐποίησε γὰρ, φησὶν, Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς ὁ ∆αβὶδ ὁ πατὴρ αὐτοῦ· καὶ ἀφεῖλε τὰς στήλας ἀπὸ τῆς γῆς, καὶ ἐξῆρε πάντα τὰ ἐπιτηδεύματα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ, καὶ τὴν Ἄνναν τὴν μητέρα αὑτοῦ μετέστη τοῦ μὴ εἶναι ἡγουμένην, καθότι ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὑτῆς· καὶ ἐξέκοψεν αὐτὰ Ἀσὰ, καὶ πάσας τὰς κατα 80.720 δύσεις αὐτῆς, καὶ ἐνέπρησεν ἐν πυρὶ ἐν τῷ χειμάῤῥῳ κεδρῶν. Τὰ δὲ ὑψηλὰ οὐκ ἐξῆρε." Πάλιν ἐν ταῦθα δεδήλωκεν, ὡς τὰ μὲν τῶν εἰδώλων τεμένη κατέλυσε, καὶ πρόῤῥιζα τὰ ἄλση ἐξέκοψε· τὰ δὲ τῷ Θεῷ ἐν τοῖς ὑψηλοῖς ἀνακείμενα θυσιαστήρια κατα λέλοιπε. Καὶ τοῦτο, τῆς θείας χάριτος συνεργού σης, σαφέστερον ἀποδείξομεν ἑρμηνεύοντες τὸ κατὰ τὸν Ἐζεκίαν διήγημα. Ἔδειξε μέντοι καὶ τὸν ὑπὲρ τοῦ Θεοῦ ζῆλον, καὶ τὴν μητέρα τῆς ἐξουσίας γυ μνώσας, διὰ τὴν σύνοδον καὶ τὴν ἑορτὴν, ἣν ἐπετέ λεσεν ἐν τῷ ἄλσει, καὶ αὐτὸ ἐκκόψας, καὶ πάντας τοὺς εἰδωλικοὺς αὐτῆς καταλύσας τόπους, καὶ πυρὶ παραδούς. Προσέθηκε δὲ, ὅτι καὶ τοὺς κίονας, οὓς καὶ αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ ἐξ ὕλης ἀργύρου κατ εσκεύασε καὶ χρυσοῦ, τῶν βασιλείων ἐξενεγκὼν ἀν έθηκε τῷ ∆εσπότῃ Θεῷ· καὶ ἄλλον πλεῖστον καὶ ἄρ γυρον καὶ χρυσὸν, ἐπίσημόν τε καὶ ἄσημον, καὶ σκεύη ἱερὰ καὶ πολύτιμα· ἀτελῆ δὲ αὐτὸν ὅμως ὠνόμασεν. Ἔφη γάρ· "Πλὴν ἡ καρδία Ἀσὰ οὐκ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ." Καὶ τοῦτο σαφέστερον ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Πιστῶς δὲ προσευξάμενος, τὰς ἑκατὸν τῶν Αἰθιόπων κατηγωνίσατο μυριάδας, καὶ ἄρδην κατηκόντισεν ἅπαντας. Βαασὰ δὲ τοῦ τῶν δέκα φυλῶν βασιλέως ἐπιθεμένου, καὶ τὴν Ῥαμὰ ἐπιτειχίσαι πειραθέντος, καταλιπὼν τὸν Θεὸν, τὴν τῶν Σύρων ἠσπάσατο συμμαχίαν. ΕΡΩΤ. ΜΗʹ. Πῶς νοητέον· "Ἐν τῷ καιρῷ τοῦ γήρως ἐποίη σεν Ἀσὰ τὸ πονηρὸν, καὶ ἐπόνεσε τοὺς πόδας αὐτοῦ;" Σαφέστερον καὶ τοῦτο τῶν Παραλειπομένων ἡ βί βλος ἐδίδαξεν. "Ἐν γὰρ τῇ ἀῤῥωστίᾳ αὐτοῦ, φησὶν, οὐκ ἐζήτησε τὸν Κύριον, ἀλλὰ τοὺς ἰατρούς." Ἐγὼ δὲ δυοῖν θάτερον ὑπολαμβάνω, ἢ τοὺς ἐπῳδαῖς κεχρημένους καὶ μαγγανείαις κληθῆναι ἰατροὺς, ἢ ὅτι μόνον ἐπίστευσε τοῖς ἰατροῖς, τὴν εἰς τὸν Θεὸν οὐκ ἔχων ἐλπίδα. Οἱ γὰρ εὐσεβείᾳ κοσμούμενοι κέ χρηνται μὲν τοῖς ἰατροῖς, ὡς ὑπουργοῖς τοῦ Θεοῦ, εἰδότες ὅτι καὶ τὴν ἰατρικὴν αὐτὸς ἔδωκε τοῖς ἀν θρώποις, ὥσπερ δὴ καὶ τὰς ἄλλας τέχνας, καὶ τὰς βοτάνας αὐτὸς ἐκ τῆς γῆς βλαστῆσαι προσέτα ξεν. Ἴσασι δὲ ὅμως, ὡς οὐδὲν ἰσχύει τῶν ἰατρῶν ἡ τέχνη μὴ βουλομένου Θεοῦ· ἀλλὰ τοσαῦτα δύναται, ὅσα αὐτὸς βούλεται. Τοῦ δὲ Ἱεροβοὰμ ὁ οἶκος τὴν 80.721 πανωλεθρίαν ὑπέμεινε, κατὰ τὴν πρόῤῥησιν Ἀχιὰ τοῦ Σιλωνίτου. "Ἐπάταξε γὰρ, φησὶ, Βαασὰ βα σιλεὺς Ἰσραὴλ ὅλον τὸν οἶκον Ἱεροβοάμ· καὶ οὐχ ὑπελείπετο πᾶσα πνοὴ ἐν τῷ Ἱεροβοὰμ, ἕως τοῦ ἐξολοθρεῦσαι αὐτὸν πάντας κατὰ τὸ ῥῆμα Κυ ρίου, ὃ ἐλάλησεν ἐν χειρὶ τοῦ δούλου αὐτοῦ Ἀχιὰ τοῦ Σιλωνίτου." Τὰ αὐτὰ δὲ καὶ Βαασὰ πέπονθε. Τὴν αὐτὴν γὰρ καὶ αὐτὸς δυσσέβειαν καὶ παρα νομίαν ἠσπάσατο. Κεϊλᾶ δὲ ὁ τούτου παῖς παρὰ Ζαμβρῆ ἐδέξατο τὴν πληγήν. Οὗτος δὲ πάλιν, κατὰ τὴν γεγενημένην πρόῤῥησιν, πάντα τὸν τοῦ Βαασὰ κατέλυσεν οἶκον. Τοῦ δὲ λαοῦ τὸν Ζαμβρῆ χειροτο νήσαντος βασιλέα, πολιορκούμενος ὁ Ζαμβρῆ τὸν οἶ κον ἐν ᾧ διῆγεν ἐνέπρησε, καὶ σὺν ἐκείνῳ καυθεὶς τετελεύτηκε. ∆ιδασκόμεθα δὲ διὰ τούτων ἡμεῖς, ὡς τοὺς πονηρίᾳ συζῶντας δι' ἀλλήλων ∆εσπότης κολά ζει Θεός. Καὶ τῷ πονηροτέρῳ τὸν πονηρὸν παραδί δωσιν, οἷόν τισι δημίοις κεχρημένος αὐτοῖς. Ἐπειδὴ δέ τινες ζητοῦσι, πόθεν οἱ Σαμαρεῖται τήνδε τὴν προσηγορίαν ἐσχήκασιν, ἐκ τῆς προκειμένης ἱστο ρίας τοῦτο καταμαθεῖν