1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

41

προπύλαιον, ὅπερ Αἰ λὰμ ὠνόμασται τῇ Ἑβραίων φωνῇ, ἰσόμετρον μὲν εἶχε τῷ πλάτει τοῦ ναοῦ τὸ μῆκος, δέκα δὲ πήχεων τὸ εὖρος. Φωταγωγοὺς δὲ ὁ ναὸς εἶχεν, ἔνδοθεν μὲν εὐρείας, ἔξωθεν δὲ στενὰς ἄγαν, διατρήτοις δὲ λίθοις κεκαλυμμένας. Τοῦτο γὰρ δηλοῖ τὸ, "Ἐποίησε τῷ οἴκῳ θυρίδας δικτυωτὰς κρυπτάς." Μέλαθρα δὲ καλεῖ, τοὺς ἐν κύκλῳ τοῦ ναοῦ δεδομημένους οἰκίσκους· θαυμαζέτω δὲ μηδεὶς, εἰ πενταπήχεις μὲν οἱ ἐπίπεδοι ἦσαν, ἑξαπήχεις δὲ οἱ διώροφοι, ἑπταπήχεις δὲ οἱ τριώροφοι. Οἱ τοῖχοι γὰρ ἦσαν εὐ ρύτεροι κάτω, ὥστε φέρειν τῆς οἰκοδομίας τὸ βάρος. Ἀφαιρουμένου δὲ κατὰ μέρος τοῦ εὔρους, προσετέθη τοῖς μὲν διωρόφοις ὁ πῆχυς, τοῖς δὲ τριωρόφοις οἱ δύο. Τοῦτο δὲ καὶ ὁ ἱστοριογράφος ἐδίδαξεν, ὅτι διά στημα ἔδωκε τῷ τοίχῳ κύκλοθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλάβωνται τῶν τοίχων τοῦ οἴκου. Ἰώσηπος μέντοι φησὶ, καὶ αὐτὸν τὸν ναὸν διώροφον γεγε νῆσθαι, καὶ πᾶν τὸ ὕψος ἑκατὸν εἴκοσι πήχεις εἶναι. Τοῦτο δὲ καὶ τῶν Παραλειπομένων ἡ βίβλος διδά σκει. ΕΡΩΤ. Κ∆ʹ. Πῶς νοητέον τὸ, "Σφύρα καὶ πέλυξ, καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἰκοδο μεῖσθαι αὐτόν;" Καὶ ἤδη ἔφην, ὅτι τὸν ναὸν ἐξ αὐτοφυῶν ᾠκοδό μησε λίθων· τοὺς δέ γε τμητοὺς λίθους, δι' ὧν τοῦ ναοῦ τὸν περίβολον κατεσκεύασεν, ἐν τῷ ὄρει ξεσθῆ ναι καὶ ἀλλήλοις συναρμοθῆναι προσέταξεν, ἵνα μηδεμίας λοιπὸν ἐργασίας προσδεηθῶσι. Καὶ ἐνταῦθα δὲ ὁ συγγραφεὺς ᾐνίξατο, ὡς ὑπερῷα εἶχεν ὁ ναός. "Εἱλικτὴ γὰρ, φησὶν, ἦν ἡ ἀνάβασις εἰς τὴν μέσην, καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα." Εὐρύ τατος γὰρ ὁ τοῖχος ὢν κοχλιώδη τὴν ἀνάβασιν εἶχε· τοῦτο γὰρ εἶπεν εἱλικτήν. Σανίσι δὲ αὐτὸν κεδρίναις συνεκάλυψεν ἅπαντα· καὶ πάλιν χρυσῷ τὰς σανίδας κατέκρυψεν. Ἐνδέσμους δὲ τὰς ἱμαντίας ἐκάλεσεν. Ἔφη δὲ ταύτας ἐκ κέδρου κατεσκευά 80.688 σθαι, καὶ κατὰ πέντε λίθων πήχεις· ταύταις ἅπασαν τὴν οἰκοδομίαν δεθῆναι. Ὅτι δὲ ἑξήκοντα πήχεων ἦν ὁ ναὸς, ἐντεῦθεν καταμαθεῖν εὐπετές. Εἰρηκὼς γὰρ ἤδη, ὅτι τεσσαράκοντα πήχεων ἦν τὸ μῆκος, μετὰ ταῦτα πάλιν ἐπήγαγε· "Καὶ ᾠκοδό μησε τοὺς εἴκοσι πήχεις, ἀπ' ἄκρου τοῦ τοίχου τὸ πλευρὸν τὸ ἓν, ἀπὸ ἐδάφους ἕως τῶν δοκῶν, καὶ ἐποίησεν ἕως τοῦ ∆αβεὶρ τὸν τοῖχον εἰς τὰ Ἅγια τῶν ἁγίων. Καὶ τεσσαράκοντα πήχεων ἦν αὐτὸς ὁ ναὸς ὁ καταπρόσωπον τοῦ ∆αβείρ· ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν, τοῦ δοῦναι ἐκεῖ τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου. Εἴκοσι πήχεων τὸ μῆκος, καὶ εἴκοσι πήχεων τὸ πλάτος, καὶ εἴκοσι πήχεων τὸ ὕψος αὐτοῦ, καὶ περιέσχεν αὐτὸ χρυσίῳ συγκεκλεισμένον." Οὐκοῦν τεσσαράκοντα μὲν πήχεων ἦν τὰ λεγόμενα Ἅγια· εἴκοσι δὲ τὰ Ἅγια τῶν ἁγίων. Ταῦτα δὲ καὶ ∆αβεὶρ ὠνόμαστο. Τοῦτο καὶ ἐν τοῖς ἑξῆς σαφέ στερον ἴδοι τις ἄν. "Ἐποίησε γὰρ, φησὶ, θυσιαστή ριον κατὰ πρόσωπον τοῦ ∆αβείρ." Τὸ γὰρ θυσιαστή ριον τοῦ θυμιάματος πρὸ τοῦ καταπετάσματος ἔκει το, ἔνθεν μὲν ἔχον τὴν τράπεζαν, ἔνθεν δὲ τὴν λυ χνίαν. Εἶτα πάλιν ἐδίδαξεν ἡμᾶς, ὡς ∆αβεὶρ τὰ Ἅγια τῶν ἁγίων καλεῖ. "Ἐποίησε γὰρ, φησὶ, τῷ ∆αβεὶρ δύο Χερουβίμ." Τούτων δὲ ἕκαστος δεκά πηχυς ἦν, ὥστε θάτερον μὲν τῶν πτερῶν τοῖς τοί χοις πελάζειν, τὰς δὲ τῶν ἑτέρων ἀρχὰς ἀλλήλοις συνάπτεσθαι, καὶ συγκαλύπτειν τὴν κιβωτόν· πάν τα μέντοι χρυσῷ συνεκεκάλυπτο· καὶ ὁ ὄροφος, καὶ τὸ ἔδαφος, καὶ τὰ Χερουβὶμ, καὶ οἱ τοῖχοι, καὶ αἱ θύραι· ὥστε μηδεμίαν ἑτέραν ἔνδον ὕλην ὁρᾶσθαι. Ὥσπερ δὲ τὰ ἔνδον διχῆ διῄρητο· οὕτω δὴ καὶ τὰ ὕπαιθρα. Τούτων γὰρ τὰ μὲν ἦν βατὰ παντὶ τῷ λαῷ, τὰ δὲ τοῖς ἱερεῦσι καὶ τοῖς Λευΐταις. ∆ιεῖργε δὲ τούτους ἀπ' ἐκείνων θριγκίον οὐχ ὑψηλὸν, ὥστε καὶ τοὺς ἀπεσχοινισμένους τῶν ἔνδον, ἔξωθεν θεωρεῖν τὴν τῶν θυσιῶν ἱερουργίαν. Κατεσκεύασε δὲ καὶ δύο στύλους ἐξ ὕλης χαλκοῦ, ἀξιοθέατον καὶ εἶδος καὶ μέγεθος ἔχοντας. Τὸ μὲν γὰρ ὕψος, δίχα τῶν κεφα λίδων, ὀκτωκαίδεκα πήχεων ἦν, τεσσαρεσκαίδεκα δὲ εἶχεν ὁ κύκλος. Τούτοις καὶ κεφαλίδας ἐκ τῆς αὐτῆς ὕλης ἐπέθηκε, καὶ κρίνα μέγιστα ταῖς κεφαλίσι, καὶ δικτυοειδῆ τινα κόσμον ῥόας ἐξηρτημένας ἔχοντα. Ἐκόσμουν δὲ τὸ προπύλαιον οὗτοι, μέλαθρον φέ ροντες ἐκ τῆς αὐτῆς ὕλης πεποιημένον. Μέλαθρον δὲ κέκληκε τὸ νῦν παρά τινων ἐπίστυλον