1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

36

χρόνος. Αὐτίκα γοῦν τῆς Ἱερουσαλὴμ ἐπιβὰς ὤφθη ὁ ἄγγελος τῷ ∆α βὶδ, τὴν ῥομφαίαν ἔχων γυμνὴν, ἵνα τὴν συγγνώμην αἰτήσῃ. Ἀξιάγαστα δὲ καὶ αὐτὰ τοῦ βασιλέως τὰ ῥήματα· "Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; γενέσθω ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου." Ἀγνοῶν τὴν αἰτίαν, οἰ κείαν ἁμαρτίαν τὸ γεγενημένον ἐκάλεσε· καὶ αὐτῷ καὶ τῷ γένει δικαίαν ἐπενεχθῆναι ψῆφον ἱκέτευσε, λόγοις χρησάμενος ποιμένος ἀληθινοῦ, καὶ τὸν υἱὸν αὐτοῦ καὶ Κύριον μιμησάμενος, ὃς τὴν ψυχὴν αὑτοῦ ἔθηκεν ὑπὲρ τῶν προβάτων. ∆εξάμενος δὲ τὴν ἱκε τείαν ὁ ἀγαθὸς Κύριος, ἐν ἐκείνῳ τῷ χωρίῳ θυσια στήριον οἰκοδομηθῆναι προσέταξεν, ἐν ᾧ τὴν τιμω ρίαν ὁ θεῖος ἐκώλυσεν ἔλεος. Τὸ δὲ, "Μετεμελήθη Κύριος," περιττὸν ἑρμηνεύειν. Πολλάκις γὰρ αὐ τοῦ εἰρήκαμεν τὴν διάνοιαν, καὶ ὅτι τὴν τῆς οἰκονο μίας σημαίνει μεταβολήν. Παραυτίκα τοίνυν ὁ βα σιλεὺς δραμὼν ᾔτησεν Ὀρνίαν τὸν Ἰεβουσαῖον ἀποδόσθαι τὴν ἅλω. Ἐκείνου δὲ προῖκα δώ σειν ὑποσχομένου καὶ τὴν ἅλω, καὶ τοὺς βοῦς, καὶ τῶν ἀρότρων τὰ ξύλα, ἵνα ἐν ἐκείνῃ μὲν δομήσηται τὸν βωμὸν, τούτους δὲ ἱερεύσῃ, τοῖς δὲ ξύλοις προσ ενέγκῃ τὸ πῦρ, δίκαιον εἶπεν ὁ βασιλεὺς, μὴ ἐξ ἀλλοτρίων τῷ Θεῷ δῶρα προσφέρειν, ἀλλ' ἐξ οἰ κείων. Ταῦτα παρ' αὐτοῦ μεμαθηκὼς ὁ υἱὸς αὐτοῦ Σολομὼν, παραινεῖ λέγων, "Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρ πῶν δικαιοσύνης." Ταῦτα πληρῶν ὁ βασιλεὺς, πριάμενος τὸν βωμὸν ᾠκοδόμησε, καὶ τὴν θυσίαν προσήνεγκε, καὶ τὸν Θεὸν ἱλεώσατο. Ἰστέον δὲ ὡς ἐν ἐκείνῳ τῷ χωρίῳ τὸν νεὼν ᾠκοδόμησεν ὁ σοφὸς Σολομών. Τοῦτο γὰρ καὶ ἡ ἱστορία διδάσκει· "Προσ έθηκε γὰρ, φησὶν, ὁ Σολομὼν ἐπὶ τὸ θυσιαστήριον 80.667668 ἐπ' ἐσχάτων, ὅτι μικρὸν ἦν ἐν πρώτοις·" μετὰ ταῦτα τὰ κατὰ Ὀρνίαν, ἢ Ἀδωνίαν (διώνυμος γὰρ ἦν), ὁ ἱστοριογράφος συνέγραψεν· ὅπως μὲν ἐμελέτησε τυραννίδα· ὅπως δὲ συμπόσιον λαμπρὸν ἐπετέλεσε, πρωτοκλίτους ἔχων τοῦ συμποσίου τὸν στρατηγὸν Ἰωὰβ, καὶ Ἀβιάθαρ τὸν ἱερέα. Ἐτέλεσε δὲ τὸ συσσίτιον παρά τινα πηγὴν, πρὸ τοῦ ἄστεως ἀναβλύζουσαν, παρ' ἣν βασιλικὸς ἐτεθήλει παράδεισος. Οὕτω γὰρ ὁ Ἰώσηπος ἔφη, καὶ ὁ Σύμμαχος δὲ τὴν Ἀῒν πηγὴν ἡρμήνευσεν. Ἀϊνὰ δὲ αὐτὴν καὶ ὁ Σύρος καλεῖ. 80.668

ΕΙΣ ΤΗΝ ΤΡΙΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. ΕΡΩΤΗΣΙΣ Αʹ. Τινὲς ὑπολαμβάνουσιν ἀλγῆσαι τὸν Νάθαν, ὡς μὴ κληθέντα εἰς

τὸ συσσίτιον· καὶ τού του χάριν παρασκευάσαι τὴν Βερσαβεὲ τὰ γεγενημένα μηνῦσαι τῷ βασιλεῖ. ΑΠΟΚΡΙΣΙΣ. Ἀνοήτως ἄγαν τήνδε τὴν ὑποψίαν ἐσχήκασιν. Ὁ γὰρ προφήτης, τοῦ Θεοῦ τὴν ψῆφον εἰδώς· (δι' αὐτοῦ γὰρ ἐδήλωσε τῷ βασιλεῖ, "Οὐ σὺ οἰκοδομήσεις οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ· ἀλλ' ἰδοὺ υἱὸς τί κτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀνα παύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυ κλόθεν. Σολομὼν ὄνομα αὐτῷ· καὶ εἰρήνην καὶ ἡσυ χίαν δώσω ἐπὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ. Οὗ τος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου·") ταῦτα εἰ δὼς ὁ προφήτης, καὶ θεασάμενος τὸν Ὀρνίαν παρὰ τὴν θείαν βουλὴν τὴν βασιλείαν ἁρπάσαντα, ἀν έμνησε διὰ τῆς Βερσαβεὲ τὸν βασιλέα τῆς θείας προῤ ῥήσεως· εἶτα εἰσελθὼν τοὺς ἐκείνης ἐβεβαίωσε λό γους. ΕΡΩΤ. Βʹ. Τὸν Γηὼν τίνα καλεῖ, Γηὼν μὲν ὁ Νεῖλος ὠνόμασται· εἷς γὰρ τῶν πο 80.669 ταμῶν ἐστι τῶν τεσσάρων. Καὶ τοῦτο σαφῶς αὐ τὸς ὁ Θεὸς διὰ Ἰερεμίου ἐδίδαξεν εἰπών· "Καὶ νῦν τί σοὶ καὶ τῇ ὁδῷ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηών;" Ἐπωνόμασαν δὲ καὶ τὸν Σιλοὰμ Γηών· ἢ ὡς ἄγαν μικρὸν εἰρωνικῶς οὕτω καλέσαντες· ἢ ἐπειδὴ καὶ αὐτὸς ἐξ ἀφανῶν ἔξεισιν ὑπονόμων, ὥσπερ ὁ Νεῖλος. Χρίσαι δὲ τὸν Σολομῶντα προσετάχθησαν Σαδὼκ ὁ ἀρχιερεὺς, καὶ Νάθαν ὁ προφήτης. Προτέτακται τοῦ προφήτου μὲν ὁ ἀρχιερεὺς, τοῦ