1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

81

κηλῖδα. "Πάλιν γὰρ, φησὶν, ἐξῆλθεν Ἰωσαφὰτ εἰς τὸν λαὸν ἀπὸ Βερσαβεὲ ἕως ὄρους Ἐφραῒμ, καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον τὸν Θεὸν αὑτῶν." Καὶ οὐ μόνον τῆς εὐσεβείας, ἀλλὰ καὶ τῆς ἄλλης ἐφρόντισεν εὐνομίας. "Κατέστησε γὰρ, φησὶ, κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς." Ἀξιάγαστα δὲ αὐτοῦ καὶ τὰ πρὸς τοὺς κριτὰς ῥήματα· "Ἴδετε γὰρ, φησὶ, τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ' ἢ τῷ Κυρίῳ, καὶ μεθ' ὑμῶν λόγοι κρίσεως. Καὶ νῦν γενέσθω ὁ φόβος Κυρίου ἐφ' ὑμᾶς, καὶ φυλάσσετε, καὶ ποιεῖτε, ὅτι οὐκ ἔστι μετὰ Κυρίου Θεοῦ ὑμῶν ἀδικία, οὐδὲ θαυμάσαι πρόσωπον, οὐδὲ λαβεῖν δῶρα." Ἔδει ξεν αὐτοῖς τὸν τῶν ὅλων ὀπτῆρα, καὶ τὸ τούτου δέος ἐντέθεικεν, ἵνα μὴ δώροις, μηδὲ φιλίᾳ πωλῶσι τὸ δίκαιον. Παραπλησίως δὲ καὶ τοῖς τῆς Ἱερουσαλὴμ κριταῖς ἐνετείλατο, ὥστε μὴ μόνον τοῖς πολίταις δικά ζειν, ἀλλὰ καὶ τῶν ἑτέρωθεν ἀφικνουμένων τὰς ἀμφι βολίας διαλύειν ἐνδίκως, καὶ παραινεῖν τὰ προσήκον τα. "∆ιαστελεῖτε γὰρ αὐτοῖς, φησὶ, καὶ οὐχ ἁμαρτή σονται τῷ Κυρίῳ· καὶ οὐκ ἔσται ὀργὴ ἐφ' ὑμᾶς, καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν. Οὕτω ποιήσετε, καὶ οὐχ ἁμαρτήσεσθε." Ἐπέστησε δὲ αὐτοῖς Ἀμαρίαν τὸν ἱερέα, ὥστε εἰ ἀγνοοῖεν οἱ δικάζοντες, ὅπως ἐξ ενεγκεῖν τὴν ψῆφον, παρὰ τοῦ Θεοῦ μάθοιεν δι' ἐκείνου. "Ἰδοὺ γὰρ, ἔφη, Ἀμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφ' ὑμᾶς εἰς πάντα λόγον Κυρίου· καὶ Ζαβα δίας υἱὸς Ἰσμαὴλ, ἡγούμενος τῷ οἴκῳ Ἰούδα εἰς πάντα λόγον τοῦ βασιλέως· καὶ γραμματεῖς, καὶ οἱ Λευῖται ἐνώπιον ὑμῶν." Εἴ τι οὖν ἔρεσθαι τὸν Θεὸν βούλεσθε, διὰ τοῦ ἱερέως τοῦτο γινέσθω· εἰ δὲ τὸν βασιλέα, διὰ τοῦ ἄρχοντος· εἰ δὲ τὰ δοκοῦντα τῷ νόμῳ μαθεῖν θέλετε, παρὰ τῶν Λευϊτῶν τῶν διδασκόντων τὸν νόμον μάθετε. Τοὺς γὰρ διδασκά λους γραμματέας ἐκάλεσεν. Εἶτα ἐπήγαγεν· "Ἀν δρίζεσθε, καὶ ποιεῖτε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ." Οὐχ ἁπλῶς εἶπε, μεθ' ὑμῶν, ἀλλὰ "μετὰ τοῦ ἀγαθοῦ," τουτέστι, τοῦ σκοπὸν ἀγαθὸν ἔχοντος, καὶ πρὸς τοῦτο ῥέποντος. Καὶ τῶν παμπόλλων δὲ πολεμίων κατ' αὐτοῦ στρατευσάντων, οὔτε τῷ πλή θει τῶν ὑπηκόων, οὔτε τοῖς ὅπλοις ἐθάῤῥησεν. Ἀλλ' "ἔδωκε, φησὶ, τὸ πρόσωπον αὐτοῦ, ἐκζητῆ σαι τὸν Κύριον· καὶ ἐκήρυξε νηστείαν ἐν παντὶ Ἰούδα." Εἶτα πάντων συνειλεγμένων, καὶ τὸν Θεὸν ἱλεουμένων, αὐτὸς τὴν ὑπὲρ ἁπάντων προσενήνοχε προσευχὴν, Κύριον μὲν αὐτὸν καὶ Θεὸν τῶν πατέ ρων ὀνομάσας, οὐρανοῦ δὲ καὶ γῆς ποιητὴν, καὶ τῶν ἐθνῶν ἁπάντων ∆εσπότην. Εἶτα ἀναμιμνήσκει τῆς 80.836 γεγενημένης εὐεργεσίας τε καὶ θαυματουργίας. "Σὺ γὰρ εἶ, φησὶ, Κύριος ὁ Θεὸς ἡμῶν, ὁ ἐξολο θρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσ ώπου τοῦ λαοῦ σου Ἰσραὴλ, καὶ ἔδωκας αὐτὴν τῷ σπέρματι Ἀβραὰμ τοῦ φίλου σου." Ἀνέμνησε δὲ τοῦ προπάτορος, ἵνα διὰ τῆς πρὸς ἐκεῖνον ἐπαγ γελίας τύχῃ τῆς βοηθείας. Ἔφη δὲ καὶ ὅπως ὁ ναὸς ᾠκοδομήθη, καὶ ὅπως Σολομὼν προσευξάμε νος ᾔτησεν, ὡς εἰ πολεμίων ἐπεληλυθότων προσ δράμῃ ὁ λαὸς τῷ ναῷ, καὶ τὸν τούτου καλέσῃ Θεὸν, τῆς ἄνωθεν αὐτοὺς ἀπολαῦσαι ῥοπῆς. Οἶδας δὲ, φη σὶν, ὡς οἱ πατέρες ἡμῶν, διϊόντες τὴν ἔρημον, καὶ εἰς τήνδε τὴν γῆν ἀφικνούμενοι, οὔτε τοῖς Ἰδου μαίοις, οὔτε τοῖς Ἀμμανίταις, οὔτε Μωαβίταις ἐλυ μήναντο παριόντες κατὰ τὰς σὰς ἐντολάς. Ἀλλ' οὗ τοι νῦν κατὰ ταυτὸν ἀθροισθέντες ἐξελάσαι πειρῶν ται ἡμᾶς τῆς ὑπὸ σοῦ ἡμῖν δεδομένης κληρονομίας. Εἶτα ἐρωτηματικῶς· "Οὐ κρινεῖς ἐν αὐτοῖς;" Ὁμολογεῖ δὲ καὶ τὴν οἰκείαν ἀσθένειαν· ὅτι "Οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆσαι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ' ἡμᾶς. Καὶ οὐκ οἴδαμεν τί ποιήσομεν ἡμεῖς, ὅτι ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν." Τούτων λεγομένων, ἅπαν εἱστήκει τὸ πλῆ θος μετὰ βοῆς τὸν Θεὸν ἱκετεῦον. Αἱ δὲ γυναῖκες σὺν ὀλολυγμῷ καὶ κωκυτῷ τὰς ἱκετηρίας προσέφε ρον. Ὁ δὲ φιλοικτίρμων Θεὸς, Ἰεζεὴλ τῷ Λευΐτῃ χρησάμενος ὑπουργῷ, ἔλυσε τὸ δέος τῇ τῶν ἀγαθῶν ὑποσχέσει· "Ἐγένετο γὰρ, φησὶν, ἐπ' αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ, καὶ εἶπεν· Ἀκού σατε, πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ ὁ βασιλεὺς Ἰωσαφάτ." Τιμῆς ἡ διαίρεσις· χω ρὶς γὰρ τοῦ βασιλέως ἐμνήσθη, καὶ χωρὶς τῶν τὴν Ἱερουσαλὴμ οἰκούντων· πολλοὶ δὲ καὶ τῶν ἄλλων φυλῶν ᾤκουν ἐκείνην