1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

5

θρηνοῦντες ἐβόων· "Οὐαὶ ἡμῖν, τίς ἐξέληται ἡμᾶς ἐκ χειρὸς τοῦ Θεοῦ τοῦ στερεοῦ τούτου; Οὗτος ὁ Θεὸς ὁ πατάξας τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ." Καὶ μετὰ τὴν πεῖ ραν δὲ τῶν κακῶν, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ χρησμῳδοὶ πρὸς αὐτοὺς ἔλεγον, μετὰ δώρων ἐκπέμψαι τὴν κιβω τὸν, "Ὅπως κουφίσῃ Κύριος ὁ Θεὸς Ἰσραὴλ τὴν χεῖρα αὐτοῦ ἀφ' ὑμῶν, καὶ ἀπὸ τῶν θεῶν ὑμῶν," καὶ ἀπὸ τῆς γῆς ὑμῶν· καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὰς καρδίας αὐτῶν; Οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλε τὸν λαὸν αὐ τοῦ, καὶ ἀπῆλθον;" Ἀλλὰ ταῦτα συμβεβουλευ κότες οἱ ἀσεβεῖς, καὶ δείξαντες τῶν οἰκείων θεῶν τὴν ἀσθένειαν (πρῶτον γὰρ αὐτοὺς συνέτριψεν ὁ Θεὸς, εἶτα τοὺς προσκυνοῦντας ἐπαίδευσε· καὶ τότε τοὺς μῦς κατὰ τῶν τῆς γῆς βλαστημάτων ἐξέπεμψε), πείρᾳ μαθεῖν ἠβουλήθησαν, εἴτε θεήλατος ἡ πληγὴ, εἴτε κατά τι συμβεβηκὸς γενομένη. Καινὴν γὰρ κατα σκευάσαντες ἅμαξαν, καὶ βοῦς ἀρτιτόκους ὑποζευ ξαντες τῶν μόσχων κεχωρισμένας, ἐπέθεσαν τὴν κι βωτὸν, καὶ τῶν πέντε πόλεων ἰσαρίθμους μῦς τε καὶ ἕδρας ἐκ χρυσοῦ κατεσκευασμένας, δῶρα τῷ πεπαιδευκότι Θεῷ. Ἐνέθεσαν δὲ ταῦτα σκεύει τινὶ, ὃ οἱ μὲν Ἑβδομήκοντα προσηγόρευσαν βοερ γὰς, Ἰώσηπος δὲ γλωσσόκομον. Ἐν τριόδῳ δὲ ἡνιόχου δίχα τὰς βοῦς ἀπολύσαντες, ἀνέμενον ἰδεῖν, εἴτε πρὸς τὸν τῶν μόσχων μυκηθμὸν ἀποστρέ φονται, εἴτε πρὸς ἄλλην ὁδὸν ἀποκλίνουσι, τὴν πρὸς Ἑβραίους φέρουσαν καταλιποῦσαι· ἵνα εἰ μὲν τούτων δυοῖν θάτερον γένοιτο, ὡς ἀσθενοῦς κα ταγνῶσι τῆς κιβωτοῦ. Εἰ δὲ τὰς ἄλλας ὁδοὺς αἱ 80.545 βόες καταλιποῦσαι, καὶ τῶν οἰκείων καταφρονήσασαι μόσχων, πρὸς τὴν Ἰσραηλῖτιν ἀπίωσι γῆν, γνῶσιν ἀληθῶς θεηλάτους εἶναι καὶ τὰς γεγενημένας πλη γάς. Οὗ δὴ χάριν, καὶ πόῤῥωθεν εἴποντο, καὶ οὐ πρότερον ἀπέστησαν, ἕως τῶν Ἑβραίων οἱ ἀγχιτέρμονες τὸ ξένον θεασάμενοι πρᾶγμα, ἄμαξαν ὑπ' οὐδενὸς ἀνθρώπων ἰθυνομένην, φορτίον δὲ καὶ ἡνίοχον τὴν κιβωτὸν ἔχουσαν, προσέδραμον ἄσμενοι, καὶ τοῦ Θεοῦ τὴν νίκην ἐθαύμασαν. ΕΡΩΤ. ΙΑʹ. ∆ιατί τὸν λαὸν ἐπάταξεν ὁ Θεὸς ἐπανελθούσης τῆς κιβωτοῦ; Σαφῶς ἐδίδαξεν ἡ ἱστορία. "Οὐκ ἠσμένισαν γὰρ, φησὶν, υἱοὶ Ἰεχονίου ἐν τοῖς ἀνδράσι Βεθσάμοις, ὅτι εἶδον τὴν κιβωτὸν τοῦ Κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας, καὶ πεντήκοντα χι λιάδας ἀνδρῶν ἐκ τοῦ λαοῦ." Ἀλλ' οἱ μὲν Ἰεχονίου παῖδες, ὡς δυσσεβεῖς, καὶ τοῖς εἰδώλοις λατρεύοντες, ἐδυσφόρησαν ἰδόντες τὴν κιβωτὸν, καὶ μάλα εἰ κότως τὴν τιμωρίαν ἐδέξαντο· ὁ δὲ λαὸς ἐπαιδεύθη, ὡς τῆς κιβωτοῦ προκινδυνεῦσαι μὴ βουληθεὶς, καὶ ἑπτὰ μῆνας αὐτὴν παρὰ τοῖς ἀλλοφύλοις καταλι πὼν, καὶ τὸν ὑπὲρ αὐτῆς οὐκ ἀναδεξάμενος πόλε μον. ∆είξας τοίνυν ὁ ∆εσπότης Θεὸς, ὡς τῆς αὐ τῶν συμμαχίας οὐ δεῖται· καὶ δείξας ὅσον ἔσχε σέβας παρὰ τῶν δυσσεβῶν ἀλλοφύλων, ἐκόλασεν αὐ τοὺς ὡς τῶν ἀλλοφύλων δυσσεβεστέρους. Ἐπειδὴ δὲ οἱ ἐν Βεθσάμοις δείσαντες τὴν κιβωτὸν ἀπέπεμ ψαν, εἰρηκότες, "Τίς δυνήσεται παραστῆναι ἐνώπιον Κυρίου τοῦ ἁγίου τούτου; προθύμως δὲ ταύτην ὁ Ἀμιναδὰβ ἀπεδέξατο· πάσης αὐτοῦ τὴν οἰκίαν εὐλογίας ἐνέπλησεν. Ὅτι δὲ ἀσεβῶς ὁ λαὸς τῆς κιβωτοῦ κατεφρόνησε, τὰ ἑξῆς μαρτυρεῖ. Ὁ γὰρ θειότατος Σαμουὴλ παρῄνεσεν αὐτοῖς ἐπι στρέψαι πρὸς Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ, καὶ ἐξ ᾶραι τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ τὰ ἄλση. Τὰ δὲ ἄλση Ἀσταρὼθ ὁ Ἀκύλας ἡρμήνευσε, τουτέστι τὰ τῆς Ἀστάρτης ἀγάλματα. Ἀσ- τάρτην δὲ καλοῦσι τὴν Ἀφροδίτην, ἐκ τοῦ ἄστρου τὴν ἐπωνυμίαν πεποιηκότες. Αὐτῆς γὰρ εἶναι τὸν Ἑωσφόρον μυθολογοῦσι. ΕΡΩΤ. ΙΒʹ. Τί δήποτε τοῦ Θεοῦ κελεύσαντος διὰ τοῦ νόμου ἐν ἑνὶ τόπῳ λατρεύειν, θυσιαστήριον ὁ Σαμουὴλ ᾠκοδόμησεν; Οὐδέπω ὁ θεῖος ναὸς ᾠκοδόμητο, καὶ ἐν διαφόροις 80.548 τόποις ἐλάτρευον τῷ Θεῷ. Πλὴν καὶ ἐντεῦθεν μαν θάνομεν, ὡς τοῦ λαοῦ τὸ πρόχειρον εἰς ἀσέβειαν ἐπι στάμενος ὁ Θεὸς, ἑνὶ τὴν θείαν λατρείαν περιώρισε τόπῳ. Τοῖς γὰρ εὐσεβέσι, καὶ τὸν τοῦ νόμου σκοπὸν ἐπισταμένοις, ἅπας εἰς τὴν τοῦ Θεοῦ λατρείαν καθ ιέρωτο τόπος. Καὶ γὰρ Ἠλίας ὁ πάνυ, τοῦ θείου νεὼ πρὸς ἑαυτὸν ἅπαντας κατὰ