1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

65

Οὕτω γὰρ αὐ τοὺς ἀνήλωσεν, ὡς ἱππεῖς μὲν αὐτοῖς ὑπολειφθῆναι πεντήκοντα, ἅρματα δὲ δέκα, πεζοὺς δὲ μυρίους. Πλείους δὲ πολλάκις τῶν ἑκατὸν ἐσχήκασι μυριάδων. Ἀλλ' ᾤκτειρε πάλιν αὐτοὺς ὁ Θεὸς, καὶ τὰς οἰκείας αὐτοῖς ἀποδέδωκε πόλεις. Ταύτην ἐκάλεσεν ὁ συγ γραφεὺς μεταμέλειαν, τουτέστιν, ἀπὸ τῆς δυσκληρίας εἰς εὐκληρίαν μεταβολήν. ΕΡΩΤ. ΜΒʹ. Τί δήποτε μέλλων τελευτᾷν ὁ προφήτης Ἰωά χας τῷ τοῦ Ἰωᾶς υἱῷ διὰ τόξου καὶ βέ λους τὴν ἐσομένην ἐμήνυσε νίκην; Οὐχ οὕτως ἐπίστευεν τοῖς λόγοις, ὡς ταῖς δι' ἔργων προῤῥήσεσιν. Οὗ δὴ χάριν καὶ τόξον τεῖναι ἐκέλευσε, καὶ προσαρμόσαι τούτῳ τὸ βέλος. Ὑπολαβὼν δὲ ὡς 80.777 αὐτομάτως ἀφήσει πολλὰ, ἔφη τοῦ πρώτου πεμ φθέντος, "Βέλος σωτηρίας Κυρίῳ, καὶ βέλος σωτη ρίας ἐν Ἰσραὴλ, καὶ πατάξεις τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας." Ἐπειδὴ δὲ τρία μόνον ἐξέπεμψεν, ἠχθέσθη λίαν ὁ προφήτης, ὡς τρὶς τῆς Συ ρίας μόνον ἡττωμένης, καὶ πανωλεθρίαν οὐ δεχομέ νης. Ὁ δὲ προφήτης καὶ τελευτήσας τὸν νεκρὸν ἀνέστησε τὸν πελάσαντα· ἵνα καὶ τοῦτο μαρτυρῇ τὸ θαῦμα, ὡς διπλασίαν τοῦ διδασκάλου τὴν χάριν ἐδέ ξατο. ΕΡΩΤ. ΜΓʹ. Τί δηλοῖ ἡ παραβολὴ τοῦ ἄκαν, καὶ τῆς κέδρου; Ὁ Ἀμεσσίας τῶν Ἰδουμαίων πολέμου νόμῳ κρατήσας, ἤλπισε καὶ τὰς δέκα νικήσειν φυλὰς, καὶ τὸν ἐκείνων εἰς μάχην προὐκαλέσατο βασιλέα. Ἐκεῖνος δὲ ἀντεδήλωσεν, ὡς ὁ ἄκαν τῇ κέδρῳ δεδήλωκε κατ εγγυῆσαι τῷ παιδὶ τὴν θυγατέρα. Τῶν δὲ περὶ τοῦ γάμου γινομένων λόγων, τὰ θηρία διελθόντα συνεπά τησε τὸν ἄκαν καὶ διέφθειρε. ∆ιὰ δὲ τούτων τῶν λό γων ἀπείκασεν ἑαυτὸν μὲν τῇ κέδρῳ, τὸν δὲ Ἀμεσσίαν τῷ ἄκαν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· "Πα τάξας γὰρ, φησὶν, ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπῆρέ σε ἡ καρδία σου ἡ βαρεῖα· ἐνδοξάσθη τι, ἐνδοξάσθητι ἐν τῷ οἴκῳ σου. Καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ; Καὶ πεσῇ σὺ, καὶ ὁ Ἰούδας μετὰ σοῦ." Αὕτη δὲ ἡ παραίνεσις ἀλαζονικὴ μὲν, συμφέρουσα δέ· καὶ τὸ τέλος ἐδίδαξε. Μὴ πεισθεὶς γὰρ ὁ Ἀμεσσίας παρετάξατο μὲν, ἡττηθεὶς δὲ καὶ δορυάλωτος γε νόμενος, εἰσαγαγεῖν τὸν πολέμιον εἰς τὴν πόλιν τὴν βασιλικὴν ἠναγκάσθη. Ὁ δὲ τῶν Ἱεροσολύμων γενόμενος ἐγκρατὴς, τετρακοσίους πήχεις τῶν περιβό λων κατέλυσε, καὶ τοὺς θείους θησαυροὺς, καὶ τοὺς βασιλικοὺς συλήσας ἀνέστρεψεν. Ἔλαβε δὲ καὶ τοὺς υἱοὺς τῶν συμμίξεων τῶν βδελυγμάτων, τουτέστι τοὺς τῶν ψευδωνύμων θεῶν ἱερέας. ΕΡΩΤ. Μ∆ʹ. Ποία πόλις Αἰλών; Ἣν νῦν ὀνομάζουσιν Αἰλάν. Κεῖται δὲ ἐν τῷ στό ματι τοῦ Ἀραβικοῦ κόλπου, ὃν Ἐρυθρὰν προσαγορεύουσι θάλασσαν. ΕΡΩΤ. ΜΕʹ. Τὴν ταῖς Βασιλείαις ἐγκειμένην προφητείαν τοῦ Ἰωνᾶ οὐχ εὕρομεν ἐν τῇ βίβλῳ τοῦ Ἰωνᾶ. Τὰ κατὰ τὴν Νινευὴ ἐν ἐκείνῃ μόνα συνέγραψε· 80.780 τούτου χάριν ἑτέραν οὐ συνῆψε προφητείαν ἐκεί νοις. ΕΡΩΤ. Μʹ. ∆ιατί Ὀζίας ὁ βασιλεὺς ἐλεπρώθη· Σαφέστερον τὰ κατὰ τοῦτον ἡ τῶν Παραλειπομένων ἐδίδαξε βίβλος. Ἐκείνην τοίνυν ἑρμηνεύοντες, σὺν Θεῷ φάναι, τὴν αἰτίαν ἐροῦμεν. Τὸ δὲ, "Ἐκάθητο ἐν οἴκῳ Ἀφφουσὼθ," κρυφαίως οἱ λοιποὶ ἐκδεδώ κασι· τουτέστιν, ἔνδον ἐν θαλάμῳ ὑπ' οὐδενὸς ὁρώ μενος. Ἴθυνε δὲ τὴν βασιλείαν Ἰωαθὰμ ὁ τούτου υἱός· καὶ ταῦτα δύο καὶ πεντήκοντα τοῦ Ὀζίου βα σιλεύσαντος ἔτη. Καὶ τοῦ πατρὸς δὲ τελευτήσαντος, αὐτὸς τῆς βασιλείας ἐγένετο κληρονόμος, καὶ τῆς μὲν ἄλλης ἀσεβείας τὸν λαὸν ἠλευθέρωσε, καὶ τοῦ θείου νεὼ τὴν πύλην τὴν ὑψηλὴν ᾠκοδόμησε. Τελείαν δὲ οὐκ εἶχε τὴν εὐφημίαν· τὴν γὰρ ἐν τοῖς ὑψηλοῖς λα τρείαν οὐκ ἔπαυσεν. Ἄχαζ δὲ ὁ τούτου υἱὸς τῇ τῆς δυσσεβείας ὑπερβολῇ τῶν ἄλλων ἀπέκρυψε τὴν ἀσέβειαν. ΕΡΩΤ. ΜΖʹ Πῶς νοητέον τὸ, "∆ιῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρί;" Ὁ μὲν Ἰώσηπος ἔφη, καὶ τὸν ἕνα αὐτῶν τῶν υἱέων ὁλοκαυτῶσαι τῷ Βάαλ. Ἐγὼ δὲ οἶμαι τὸ μέ χρις ἡμῶν φθάσαν τῆς πλάνης εἶδος τὸν λόγον αἰ νίττεσθαι. Εἶδον γὰρ ἔν τισι πόλεσιν ἅπαξ τοῦ ἔτους ἐν ταῖς πλατείαις ἁπτομένας πυρὰς, καὶ ταύτας τινὰς ὑπεραλλομένους, καὶ πηδῶντας, οὐ μόνον παῖ δας, ἀλλὰ καὶ ἄνδρας· τὰ δέ γε βρέφη παρὰ τῶν μητέρων παραφερόμενα διὰ τῆς φλογός. Ἐδόκει δὲ τοῦτο ἀποτροπιασμὸς εἶναι καὶ κάθαρσις. Ταύτην οἶμαι καὶ τοῦ Ἄχαζ γεγενῆσθαι τὴν