1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

57

ἔπλυνεν· οἱ δὲ κύνες ἐξέλειχον. Αἱ δὲ πόρναι ὑπὸ τὴν ἕω κατὰ τὸ ἔθος ἐλούσαντο, οὐκ ἐξεπίτηδες εἰς τὸ αἷμα βουλόμεναι λούσασθαι, ἀλλ' εἰς τὸ πηγαῖον ὡς εἰώθεσαν ὕδωρ· Τοῦτο δὲ ἦν κεχρωσμένον τῷ αἵματι. 80.745

ΕΙΣ ΤΗΝ ΤΕΤΑΡΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. ΕΡΩΤΗΣΙΣ Αʹ. Πῶς νοητέον τό· "Ἠθέτησε Μωὰβ ἐν Ἰσραήλ;" ΑΠΟΚΡΙΣΙΣ.

∆ασμὸν ἔφερον οἱ Μωαβῖται τῷ Ἀχαὰβ, ὡς ὑπήκοοι· τελευτήσαντος δὲ ἐκείνου, κατεφρόνησαν τοῦ υἱέος, καὶ οὐκ ἠθέλησαν ἄρχεσθαι. ΕΡΩΤ. Βʹ. Ὁποῖόν ἐστι τὸ δικτυωτὸν ὑπερῷον; Οἶκος ἦν ὥρᾳ θέρους ἐπιτήδειος, πολλὰς ἔχων φωταγωγοὺς δικτυοειδῶς κατεσκευασμένας, ἃς δια τρήτους ὀνομάζουσιν οἱ πολλοί. ΕΡΩΤ. Γʹ. Προσοχθίσαι τί ἐστι; Καὶ προσοχθίσματα καὶ βδελύγματα, τὰ εἴδωλα προσαγορεύειν εἴωθεν ἡ θεία Γραφή. Καὶ γὰρ βδελυγ μίας μεστὰ, καὶ μίσους ἄξια. Τὸ γὰρ προσόχθισμα τὸ μῖσος δηλοῖ. Οὕτω γὰρ καὶ εἴρηκεν ὁ Ἰσαάκ· "Προσώχθισα τῇ ψυχῇ μου διὰ τὰς θυγατέρας τῶν Χαναναίων·" τουτέστι, μεμίσηκα. Καὶ ὁ μακά ριος ∆αβὶδ ἔφη· "Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε·" τουτέστιν, Οὐκ ἐμίσησε τὴν κακίαν. Ἄξιον δὲ θρηνῆσαι τῶν δυσσεβῶν τὴν ἀλογίαν. Οὐ γὰρ μόνον τὰ μέγιστα τῶν ζώων ἐθεο ποίησαν, ἀλλὰ καὶ τὰ σμικρότατα καὶ εὐτελέστατα, καὶ μύσους μεστά. Τί γὰρ μυσαρώτερον μυίας; Ἀλλ' ὅμως τὴν εἰκόνα ταύτης θεὸν ἀνηγόρευσαν, καὶ τὸν ὄντως καταλελοιπότες Θεὸν, τὸ αὐτῆς ἴνδαλμα περὶ ζωῆς ἐπηρώτων· καὶ ἣν ζῶσαν ταῖς ῥιπίσιν ἐλαύνουσι, ταύτης τὸν τύπον θεὸν προσηγόρευσαν. ΕΡΩΤ. ∆ʹ. Τινὲς ὠμότητα τοῦ προφήτου κατηγόρησαν, ὅτι δὴ τοὺς δύο πεντηκοντάρχους μετὰ τῶν ὑπ ηκόων οὐρανίῳ πυρὶ παραδέδωκεν. Οἱ τοῦ προφήτου κατηγοροῦντες κατὰ τοῦ Θεοῦ 80.748 τοῦ προφήτου κινοῦσι τὰς γλώττας· αὐτὸς γὰρ ἐπαφῆκε τὸ πῦρ. Τολμηρὸν τοίνυν ἄγαν τὸ νεμεσῆ σαι ταῖς θείαις οἰκονομίαις. Χρὴ γὰρ εἰδέναι τῆς θείας προμηθείας τὸ δίκαιον, καὶ ὡς ἐνδίκως κολάζει τοὺς ἁμαρτάνοντας, καὶ εὐεργετεῖ τοὺς θεραπεύοντας. ∆ῆλοι δὲ ἦσαν οἱ πεντηκόνταρχοι, καὶ οἱ τούτων ὑπ ήκοοι, συμβαίνοντες τῷ σκοπῷ τοῦ πεπομφότος. Ὅθεν καὶ τὰς θεηλάτους τιμωρίας ὑπέμειναν. Ὁ γὰρ τρί τος πεντηκόνταρχος, ἐπιεικείᾳ καὶ πίστει κοσμού μενος, καὶ τῇ πείρᾳ μαθὼν τοῦ προφήτου τὴν δύνα μιν, ἠπίοις λόγοις χρησάμενος τὴν τιμωρίαν δι έφυγεν. ΕΡΩΤ. Εʹ. Πῶς νοητέον τό· "Τότε ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ Ἰωρὰμ ἀδελφὸς Ὀχοσίου ἀντ' αὐτοῦ, ὅτι οὐκ ἦν αὐτῷ υἱός;" Νόμος ἦν τῶν βασιλέων τοὺς παῖδας τὴν βασιλείαν κληρονομεῖν. Παίδων δὲ οὐκ ὄντων, τὸν πρεσβύτατον ἀδελφὸν, ἢ τὸν ἐπιτηδειότατον. Αὐτίκα γοῦν τὴν ∆αβιδικὴν βασιλείαν μέχρι τῆς αἰχμαλωσίας παῖς παρὰ πατρὸς παραλαμβάνοντες, διετέλεσαν οἰ κονομοῦντες. Τοῦ δὲ Ἰεχονίου πρὸ τῆς παιδοποιίας δορυαλώτου ληφθέντος, Μετθανίας, ὁ καὶ Σεδε κίας, κατέσχε τὴν βασιλείαν, θεῖος αὐτοῦ ὢν πρὸς πατρός. ΕΡΩΤ. ʹ. Τίνας υἱοὺς τῶν προφητῶν ἡ θεία προσαγορεύει Γραφή; Αὐτοὺς τοὺς προφήτας, κατὰ τὸ Ἑβραίων καὶ Σύρων ἰδίωμα. Οὕτω γὰρ καὶ τοὺς ἀνθρώπους εἴωθεν ὀνομάζειν. "Υἱοὶ γὰρ, φησὶν, ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;" Καί· "Κατὰ τὸ ὕψος σου ἐπολυώ ρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων·" τουτέστι τοὺς ἀνθρώπους. ∆ηλοῖ δὲ καὶ ὁ λόγος πολλοὺς γεγενῆ σθαι προφήτας. Καὶ γὰρ οἱ τὴν Ἱεριχὼ καὶ τὴν Βαι θὴλ οἰκοῦντες, καὶ προεγνώκεισαν καὶ προειρή κεισαν τὴν τοῦ μεγάλου Ἠλιοῦ ἀνάληψιν. Ἐγνώκει δὲ τοῦτο καὶ ὁ τῶν ὅλων πρωτεύων Ἑλισσαῖος ὁ πάνυ. ∆ιὸ καὶ τούτοις ἔφη κἀκείνοις· "Καί γε ἐγὼ ἔγνωκα, σιωπᾶτε." Τοσοῦτον δὲ ἦν τῶν προφητῶν τὸ πλῆθος, ὅτι πεντήκοντα μὲν αὐτοῖς πόῤῥωθεν ἠκο λούθησαν. Μετὰ δὲ